Ancient Greek · ~6 min
239 to 245
Flavius Josephus, Ἰουδαϊκὴ ἀρχαιολογία 239-245
Not analysed yet
Τῷ δʼ ἑβδόμῳ μηνί, ὃν Μακεδόνες Ὑπερβερεταῖον καλοῦσι, προσθέντες τοῖς εἰρημένοις ταῦρον καὶ κριὸν καὶ ἄρνας ἑπτὰ θύουσι καὶ ἔριφον ὑπὲρ ἁμαρτάδων. Δεκάτῃ δὲ τοῦ αὐτοῦ μηνὸς κατὰ σελήνην διανηστεύοντες ἕως ἑσπέρας θύουσι δʼ ἐν ταύτῃ τῇ ἡμέρᾳ ταῦρόν τε καὶ κριοὺς δύο καὶ ἄρνας ἑπτὰ καὶ ὑπὲρ ἁμαρτάδων ἔριφον. προσάγουσι δὲ δύο πρὸς τούτοις ἐρίφους, ὧν ὁ μὲν ζῶν εἰς τὴν ὑπερόριον ἐρημίαν πέμπεται ἀποτροπιασμὸς καὶ παραίτησις τοῦ πλήθους παντὸς ὑπὲρ ἁμαρτημάτων ἐσόμενος, τὸν δʼ ἐν τοῖς προαστείοις εἰς καθαρώτατον ἄγοντες χωρίον αὐτόθι σὺν αὐτῇ καίουσι τῇ δορᾷ μηδὲν ὅλως καθάραντες. συγκατακαίεται δὲ ταῦρος οὐχ ὑπὸ τοῦ δήμου προσαχθείς, ἀλλʼ ἐκ τῶν ἰδίων ἀναλωμάτων τοῦ ἀρχιερέως παρασχόντος· οὗ δὴ σφαγέντος εἰσκομίσας εἰς τὸν ναὸν τοῦ αἵματος ἅμα καὶ τοῦ ἐρίφου ῥαίνει τῷ δακτύλῳ τὸν ὄροφον ἑπτάκις, τοῦ δʼ αὐτοῦ καὶ τὸ ἔδαφος καὶ τοσαυτάκις εἰς τὸν ναὸν καὶ περὶ τὸν χρύσεον βωμὸν καὶ τὸ λοιπὸν περὶ τῷ μείζονι κομίσας εἰς τὸ αἴθριον· πρὸς τούτοις τὰς ἐξοχὰς καὶ τοὺς νεφροὺς καὶ τὴν πιμελὴν σὺν τῷ λοβῷ τοῦ ἥπατος ἐπιφέρουσι τῷ βωμῷ. παρέχεται δὲ καὶ κριὸν ὁ ἀρχιερεὺς ὁλοκαύτωσιν τῷ θεῷ. Τῇ δὲ πέμπτῃ τοῦ αὐτοῦ μηνὸς καὶ δεκάτῃ τρεπομένου τὸ λοιπὸν τοῦ καιροῦ πρὸς τὴν χειμερινὴν ὥραν σκηνὰς πήγνυσθαι κελεύει κατὰ οἰκίαν ἕκαστον, τό τε κρύος ὑφορωμένους ἐπὶ φυλακῇ τοῦ ἔτους, ὅταν πατρίδων ἐπιτύχοιεν, παραγινομένους εἰς ἐκείνην τὴν πόλιν, ἣν διὰ τὸν ναὸν μητρόπολιν ἕξουσιν, ἐφʼ ἡμέρας ὀκτὼ ἑορτὴν ἄγοντας ὁλοκαυτεῖν τε καὶ θύειν τῷ θεῷ τότε χαριστήρια, φέροντας ἐν ταῖς χερσὶν εἰρεσιώνην μυρσίνης καὶ ἰτέας σὺν κράδῃ φοίνικος πεποιημένην τοῦ μήλου τοῦ τῆς περσέας προσόντος.