Ancient Greek
241 to 242
Flavius Josephus, Jewish Antiquities 241-6-242
Not analysed yet
ὡς δὲ πολέμια ἔδρων λόγῳ μὲν κατʼ Ἀρχελάου τὸ δὲ ἀληθὲς εἰς Καίσαρα φανερὸν εἶναι· τοὺς γὰρ ὑβριοῦντας κωλυτὰς παραγενομένους ἢ ὑπʼ Ἀρχελάου πεπομφότος κτεῖναι ἐπιθεμένους οὔτε τοῦ θεοῦ οὔτε τοῦ νόμου τῆς ἑορτῆς ἐν φροντίδι γενομένους, ὧν Ἀντίπατρον οὐκ αἰσχύνεσθαι ἐκδικητὴν καθιστάμενον ἐπὶ θεραπείᾳ ἔχθρας τῆς αὐτοῦ πρὸς Ἀρχέλαον ἢ φύσει τοῦ ἀρετῇ δικαίου. οἱ παρελθόντες καὶ μὴ πρὸς διανοουμένους ἄρχοντες ἀδίκων ἔργων, οἵδε εἰσὶν οἱ βιαζόμενοι καὶ μὴ θέλοντας τοὺς ἀμυνομένους ἐφʼ ὅπλα χωρεῖν.