Ancient Greek · ~4 min
242 to 245
Flavius Josephus, Ἰουδαϊκὴ ἀρχαιολογία 242-245
Not analysed yet
Ἰσάκῳ δὲ περὶ τεσσαρακοστὸν ἔτος γεγονότι γυναῖκα γνοὺς ἀγαγέσθαι ὁ πατὴρ Ἅβραμος Ῥεβέκκαν Ναχώρου παιδὸς θυγατέρα τἀδελφοῦ τὸν πρεσβύτατον πέμπει τῶν οἰκετῶν ἐπὶ τὴν μνηστείαν ἐνδησάμενος μεγάλαις πίστεσι. γίνονται δὲ αὗται τοῦτον τὸν τρόπον· ὑπὸ τοὺς μηροὺς ἀλλήλοις τὰς χεῖρας ἐπαγαγόντες ἔπειτα ἐπικαλοῦνται τὸν θεὸν μάρτυρα τῶν ἐσομένων. ἔπεμπε δὲ καὶ δῶρα τοῖς ἐκεῖ διὰ τὸ σπάνιον ἢ μηδʼ ὅλως ἐπιχωριάζειν ἐκτετιμημένα. οὗτος ἀπερχόμενος χρόνῳ διὰ τὸ εἶναι χαλεπὴν ὁδεύεσθαι τὴν Μεσοποταμίαν, χειμῶνι μὲν ὑπὸ πηλῶν βάθους, θέρους δʼ ὑπὸ ἀνυδρίας, ἔτι δὲ καὶ λῃστηρίων ὄντων ἐν αὐτῇ, ἃ διαφυγεῖν οὐκ ἐνῆν μὴ προνοοῦσι τούτου τοῖς ὁδεύουσιν, εἰς πόλιν ἀφικνεῖται Κάρραν καὶ γενόμενος ἐν τοῖς προαστείοις παρθένοις ἐντυγχάνει πλείοσιν ἐφʼ ὕδωρ βαδιζούσαις· εὔχεται μὲν οὖν τῷ θεῷ Ῥεβέκκαν, ἣν τῷ παιδὶ Ἅβραμος μνηστευσόμενον ἐξαπέστειλεν, εἰ κατὰ νοῦν τὸν αὐτοῦ μέλλει ὁ γάμος οὗτος συντελεῖσθαι, ἐν ἐκείναις εὑρεθῆναι γνωρισθῆναι τε αὐτὴν τῶν μὲν ἄλλων αἰτοῦντι ποτὸν ἀρνουμένων ἐκείνης δὲ αὐτῷ παρασχούσης.