Ancient Greek
Τάδε ἔνεστιν ἐν τῇ ἑξκαιδεκάτῃ τῶν Ἰωσήπου ἱστοριῶν τῆς Ἰουδαϊκῆς ἀρχαιολογίας.
Flavius Josephus, Jewish Antiquities 243-7
Not analysed yet
τὸν μὲν, ὅτι Δημήτριος ὁ παῖς αὐτοῦ συνήθης ἦν Ἀλεξάνδρῳ, Γέμελλον δὲ εὔνουν ἐπιστάμενος ἐκείνῳ· καὶ γὰρ ἐν ταῖς τροφαῖς κἀν τῇ παιδείᾳ παραγεγόνει καὶ τὴν ἐν τῇ Ῥώμῃ συνδιέτριβεν ἀποδημίαν. παρῃτήσατο δὲ καὶ τούτους ἡδέως μὲν ἂν καὶ χεῖρον, ὑπὸ δὲ τοῦ μὴ κατʼ ἀνδρῶν οὐκ ἀσήμων ἔχειν τὴν ἄχρι τοσούτων παρρησίαν τήν τε τιμὴν καὶ τὸ δύνασθαι κωλύειν ἁμαρτάνοντας παραιρούμενος