Ancient Greek · ~2 min
Τάδε ἔνεστιν ἐν τῇ ὀγδόῃ τῶν Ἰωσήπου ἱστοριῶν τῆς Ἰουδαϊκῆς ἀρχαιολογίας.
Flavius Josephus, Ἰουδαϊκὴ ἀρχαιολογία 244-3
Not analysed yet
ἐπεχείρει γὰρ πείθειν αὐτόν, ὡς ὑπὸ κόπου μὲν ἡ χεὶρ αὐτοῦ ναρκήσειε βαστάζουσα τὰς θυσίας, εἶτʼ ἀνεθεῖσα πάλιν εἰς τὴν αὑτῆς ἐπανέλθοι φύσιν, τὸ δὲ θυσιαστήριον καινὸν ὂν καὶ δεξάμενον θυσίας πολλὰς καὶ μεγάλας ῥαγείη καὶ πέσοι διὰ βάρος τῶν ἐπενηνεγμένων. ἐδήλου δʼ αὐτῷ καὶ τὸν θάνατον τοῦ τὰ σημεῖα προειρηκότος ὡς ὑπὸ λέοντος ἀπώλετο· οὕτως οὐδὲ ἓν οὔτʼ εἶχεν