Ancient Greek · ~3 min
247 to 249
Flavius Josephus, Ἰουδαϊκὴ ἀρχαιολογία 247-3-249
Not analysed yet
τοῦ δʼ Ἀχιμᾶ πάλιν δεηθέντος αὐτῷ τὴν ἀγγελίαν ἐφεῖναι, περὶ μόνης γὰρ αὐτὴν ποιήσεσθαι τῆς νίκης ἡσυχάσειν δὲ περὶ τῆς Ἀψαλώμου τελευτῆς, ἐπέτρεψεν αὐτῷ τὴν πρὸς τὸν Δαυίδην ἄφιξιν. καὶ τὴν ἐπιτομωτέραν ἐκβαλὼν τῶν ὁδῶν, καὶ γὰρ μόνος αὐτὴν ἐγίνωσκε, τὸν Χουσὶν φθάνει. καθεζομένῳ δὲ Δαυίδῃ μεταξὺ τῶν πυλῶν καὶ περιμένοντι, πότʼ αὐτῷ τις ἐλθὼν ἀπὸ τῆς μάχης ἀγγείλῃ τὰ κατʼ αὐτήν, τῶν σκοπῶν τις ἰδὼν τὸν Ἀχιμᾶν τρέχοντα καὶ μήπω τίς ἐστι γνωρίσαι δυνάμενος εἶπε πρὸς τὸν Δαυίδην βλέπειν τινὰ παραγινόμενον πρὸς αὐτόν. τοῦ δʼ ἄγγελον εἶναι φήσαντος ἀγαθῶν, μετʼ ὀλίγον ἕπεσθαί τινα καὶ ἕτερον ἐδήλωσεν αὐτῷ. κἀκεῖνον δὲ ἄγγελον εἰπόντος, ἰδὼν τὸν Ἀχιμᾶν ὁ σκοπὸς ἤδη ἐγγὺς γεγενημένον τὸν Σαδώκου παῖδα τοῦ ἀρχιερέως προστρέχειν ἐσήμαινεν. ὁ δὲ Δαυίδης περιχαρὴς γενόμενος ἀγαθῶν ἄγγελον τοῦτον ἔφησεν εἶναι καί τι τῶν εὐκταίων αὐτῷ φέρειν ἀπὸ τῆς μάχης.