Ancient Greek · ~3 min
248 to 250
Flavius Josephus, Ἰουδαϊκὴ ἀρχαιολογία 248-2-250
Not analysed yet
θαρρήσας δὲ ὡς καὶ χειρὸς αὐτῷ καὶ συνεργίας ἤδη γεγενημένης ἀπάρας ἐκεῖθεν ἀφικνεῖται πρὸς τὸν τῶν Μωαβιτῶν βασιλέα, καὶ τοὺς γονεῖς αὐτοῦ εἰς τὴν ἑαυτοῦ χώραν προσδεξάμενον ἕως οὗ ἐπὶ τὸ καθʼ αὑτὸν τέλος ἔχειν παρεκάλει· κατανεύσαντος δʼ αὐτοῦ τὴν χάριν καὶ πάσης τοὺς γονεῖς τοῦ Δαυίδου τιμὴς παρʼ ὃν ἐτύγχανον παρʼ αὐτῷ χρόνον ἀξιώσαντος αὐτὸς τοῦ προφήτου κελεύσαντος αὐτὸν τὴν μὲν ἐρημίαν ἐκλιπεῖν, πορευθέντα δʼ εἰς τὴν κληρουχίαν τῆς Ἰούδα φυλῆς ἐν αὐτῇ διάγειν πείθεται καὶ παραγενόμενος εἰς Σάριν πόλιν ἐν αὐτῇ κατέμενε. Σαοῦλος δʼ ἀκούσας ὅτι μετὰ πλήθους ὀφθείη ὁ Δαυίδης οὐκ εἰς τυχόντα θόρυβον καὶ ταραχὴν ἐνέπεσεν, ἀλλʼ εἰδὼς τὸ φρόνημα τοῦ ἀνδρὸς καὶ τὴν εὐτολμίαν οὐδὲν ἐξ αὐτοῦ μικρὸν ἀνακύψειν ἔργον ἐφʼ οὗ κλαύσεσθαι πάντως καὶ πονήσειν ὑπενόησε.