Ancient Greek
249 to 256
Flavius Josephus, Jewish Antiquities 249-6-256
Not analysed yet
συνελέγησαν δʼ ὅμως ἑκατὸν οὐ πλείους, καὶ διαβουλευομένων περὶ τῶν ἐν χερσὶν αἰφνίδιον αἴρεται βοὴ τοῦ συνεστηκότος αὐτοῖς στρατιωτικοῦ στρατηγὸν αὐτοκράτορα κελευόντων τὴν βουλὴν ἑλέσθαι καὶ μὴ φθείρειν πολυαρχίᾳ τὴν ἡγεμονίαν. καὶ τὸ μὲν καθʼ ἑαυτοὺς ἀπεφαίνοντο περὶ τοῦ μὴ πᾶσιν, ἀλλʼ ἑνὶ τὴν ἀρχὴν ἐφέσιμον εἶναι, ὁρᾶν δὲ ἐκείνοις ἐπιτρέπειν, ὅστις τοσαύτης προστασίας ἄξιος. ὥστε ἐν ἀνίᾳ τὰ τῶν συγκλητικῶν ἦν πολὺ πλέον διʼ ἁμαρτίαν μὲν τοῦ κατὰ τὴν ἐλευθερίαν αὐχήματος, φόβῳ δὲ τοῦ Κλαυδίου. οὐ μὴν ἀλλʼ ἦσαν οἱ ἐφιέμενοι γένους τε ἀξιώματι καὶ οἰκειότησιν γάμου· καὶ γὰρ Μινουκιανὸς Μᾶρκον καὶ τὸ καθʼ αὑτὸν γενναιότητι ἀξιόλογον ὄντα καὶ δὴ ἀδελφὴν Γαΐου γεγαμηκότα Ἰουλίαν, πρόθυμός τε ἦν ἀντιποιεῖσθαι τῶν πραγμάτων, κατεῖχον δὲ οἱ ὕπατοι πρόφασιν ἐκ προφάσεως ἀναρτῶντες. Οὐαλέριον δὲ Ἀσιατικὸν Μινουκιανὸς ἐκ τῶν Γαΐου σφαγέων ἀνεῖχε τοιούτων διανοιῶν. ἐγεγόνει δʼ ἂν φόνος οὔ τινος ἐλάσσων ἐπιχωρηθέντων τῶν ἐπιθυμούντων τῆς ἡγεμονίας, ὥστε ἀντιτάξασθαι Κλαυδίῳ, ἄλλως τε καὶ οἱ μονομάχοι, πλῆθος δʼ ἦν αὐτῶν ἀξιόλογον, καὶ τῶν στρατιωτῶν οἱ νυκτοφυλακοῦντες ἐπὶ τῆς πόλεως ἐρέται τε ὁπόσοι συνέρρεον εἰς τὸ στρατόπεδον, ὥστε τῶν μετιόντων τὴν ἀρχὴν οἱ μὲν φειδοῖ τῆς πόλεως, οἱ δὲ καὶ φόβῳ τῷ ὑπὲρ αὐτῶν ἀπέστησαν. Ὑπὸ δὲ πρώτην ἀρχὴν τῆς ἡμέρας καὶ Χαιρέας καὶ οἱ σὺν αὐτῷ παρελθόντες ἐν ἐπιχειρήσει λόγων ἦσαν πρὸς τοὺς στρατιώτας. τῶν δὲ τὸ πλῆθος ὡς ὁρᾷ παύοντας αὐτοὺς ταῖς χερσὶ καὶ τοῦ εἰπεῖν οἵους τε ἄρχεσθαι, ἀνεθορύβησεν μὴ ἐφιέναι ὥστε εἰπεῖν διὰ τὸ ὡρμῆσθαι πάντας ἐπὶ τῷ μοναρχεῖσθαι, τὸν δὲ ἡγησόμενον ἐκάλουν ὡς οὐκ ἀνεξόμενοι τὰς τριβάς. τῇ συγκλήτῳ δὲ ἀπορία ἄρχειν τε καὶ ὃν ἀρχθεῖεν ἂν τρόπον οὔτε δεχομένων αὐτοὺς τῶν στρατιωτῶν καὶ τῶν Γαΐου σφαγέων συγχωρεῖν τοῖς στρατιώταις οὐκ ἐφιέντων. ἐν τοιούτοις δὲ ὄντων Χαιρέας τὴν ὀργὴν οὐκ ἀνασχόμενος πρὸς τὴν αἴτησιν τοῦ αὐτοκράτορος δώσειν ἐπηγγέλλετο στρατηγόν, εἴ τις αὐτῷ σημεῖον παρὰ Εὐτύχου κομίσειεν.