Ancient Greek · ~7 min
25 to 31
Flavius Josephus, Ἰουδαϊκὴ ἀρχαιολογία 25-4-31
Not analysed yet
ταῦτα τοῦ θεοῦ Σολόμων ἀκούσας ἀνεπήδησεν εὐθὺς ἐκ τῆς κοίτης καὶ προσκυνήσας αὐτὸν ὑπέστρεψεν εἰς Ἱεροσόλυμα, καὶ πρὸ τῆς σκηνῆς μεγάλας ἐπιτελέσας θυσίας κατευωχεῖ τοὺς Ἰουδαίους ἅπαντας. Ταύταις δὲ ταῖς ἡμέραις κρίσις ἐπʼ αὐτὸν ἤχθη δυσχερής, ἧς τὸ τέλος εὑρεῖν ἦν ἐπίπονον· τὸ δὲ πρᾶγμα περὶ οὗ συνέβαινεν εἶναι τὴν δίκην ἀναγκαῖον ἡγησάμην δηλῶσαι, ἵνα τοῖς ἐντυγχάνουσι τό τε δύσκολον τῆς κρίσεως γνώριμον ὑπάρξῃ, καὶ τοιούτων μεταξὺ πραγμάτων γενόμενοι λάβωσιν ὥσπερ ἐξ εἰκόνος τῆς τοῦ βασιλέως ἀγχινοίας τὸ ῥᾳδίως ἀποφαίνεσθαι περὶ τῶν ζητουμένων δυνηθῆναι. δύο γυναῖκες ἑταῖραι τὸν βίον ἧκον ἐπʼ αὐτόν, ὧν ἡ ἀδικεῖσθαι δοκοῦσα πρώτη λέγειν ἤρξατο· οἰκῶ μέν, εἶπεν, ὦ βασιλεῦ, μετὰ ταύτης ἐν ἑνὶ δωματίῳ, συνέβη δʼ ἀμφοτέραις ἡμῖν ἐπὶ μιᾶς ἡμέρας ἀποτεκεῖν κατὰ τὴν αὐτὴν ὥραν ἄρρενα παιδία. τρίτης δὲ ἡμέρας διελθούσης ἐπικοιμηθεῖσα τῷ αὑτῆς παιδίῳ αὕτη τοῦτο μὲν ἀποκτείνει, βαστάσασα δὲ τοὐμὸν ἐκ τῶν γονάτων πρὸς αὑτὴν μεταφέρει καὶ τὸ νεκρὸν ἐμοῦ κοιμωμένης εἰς τὰς ἀγκάλας μου τίθησι. πρωῒ δὲ θηλὴν ὀρέξαι βουλομένη τῷ παιδίῳ τὸ μὲν ἐμὸν οὐχ εὗρον, τὸ δὲ ταύτης νεκρὸν ὁρῶ μοι παρακείμενον· ἀκριβῶς γὰρ κατανοήσασα τοῦτο ἐπέγνων· ὅθεν ἀπαιτῶ τὸν ἐμὸν υἱὸν καὶ οὐκ ἀπολαμβάνουσα καταπέφευγα, δέσποτα, ἐπὶ τὴν παρὰ σοῦ βοήθειαν· τῷ γὰρ εἶναι μόνας καὶ μηδένα τὸν ἐλέγξαι δυνάμενον φοβεῖσθαι καταφρονοῦσα ἰσχυρῶς ἀρνουμένη παραμένει. ταῦτʼ εἰπούσης ὁ βασιλεὺς ἀνέκρινε τὴν ἑτέραν, τί τοῖς εἰρημένοις ἀντιλέγειν ἔχει. τῆς δὲ ἀρνουμένης τοῦτο πεποιηκέναι, τὸ δὲ παιδίον ζῆν τὸ αὑτῆς λεγούσης, τὸ δὲ τῆς ἀντιδίκου τεθνηκέναι, μηδενὸς ἐπινοοῦντος τὴν κρίσιν ἀλλʼ ὥσπερ ἐπʼ αἰνίγματι περὶ τὴν εὕρεσιν αὐτοῦ πάντων τῇ διανοίᾳ τετυφλωμένων μόνος ὁ βασιλεὺς ἐπενόησέ τι τοιοῦτον· κελεύσας κομισθῆναι καὶ τὸ νεκρὸν καὶ τὸ ζῶν παιδίον μεταπέμπεταί τινα τῶν σωματοφυλάκων καὶ σπασάμενον ἐκέλευσε τὴν μάχαιραν ἀμφότερα διχοτομῆσαι τὰ παιδία, ὅπως ἑκάτεραι λάβωσιν ἀνὰ ἥμισυ τοῦ τε ζῶντος καὶ τοῦ τετελευτηκότος.