Ancient Greek · ~7 min
250 to 256
Flavius Josephus, Ἰουδαϊκὴ ἀρχαιολογία 250-2-256
Not analysed yet
καὶ διαφεύγει μὲν ἀπὸ τῆς πέτρας οὐθείς, ἀλλʼ ἅμα γυναιξὶ καὶ τέκνοις ἀπώλοντο, ἄνδρες μὲν περὶ πεντακοσίους καὶ χιλίους, τὸ δὲ ἄλλο πλῆθος ἱκανόν. καὶ Σικιμίταις μὲν τοιαύτη συμφορὰ συνέπεσε μείζων καὶ τῆς ἐπʼ αὐτῇ λύπης γενομένη πλὴν ὅτι κατὰ δίκην ἐπʼ ἀνδρὸς εὐεργέτου συνθεῖσι κακὸν τηλικοῦτον. Ἀβιμέλεχος δὲ τοῖς Σικιμιτῶν κακοῖς καταπλήξας τοὺς Ἰσραηλίτας μειζόνων ἐφιέμενος δῆλος ἦν καὶ μηδαμοῦ περιγράψων τὴν βίαν, εἰ μὴ πάντας ἀπολέσειεν. ἤλαυνεν οὖν ἐπὶ Θήβας καὶ τὴν μὲν πόλιν ἐξ ἐπιδρομῆς αἱρεῖ, πύργου δʼ ὄντος ἐν αὐτῇ μεγάλου, εἰς ὃν πᾶν τὸ πλῆθος συνέφυγε, πολιορκεῖν τοῦτον παρεσκευάζετο. καὶ αὐτὸν πλησίον ὁρμῶντα τῶν πυλῶν γυνὴ θραύσματι μύλης βαλοῦσα κατὰ τῆς κεφαλῆς τυγχάνει, πεσὼν δὲ Ἀβιμέλεχος τὸν ὑπασπιστὴν παρεκάλει κτείνειν αὐτόν, μὴ τῆς γυναικὸς ὁ θάνατος αὐτοῦ δόξειεν ἔργον. καὶ ὁ μὲν τὸ προσταχθὲν ἐποίει. ὁ δὲ τοιαύτην ὑπὲρ τῆς εἰς τοὺς ἀδελφοὺς παρανομίας ποινὴν ἐξέτισε καὶ τῶν εἰς Σικιμίους αὐτῷ τετολμημένων· τούτοις δὲ κατὰ τὴν Ἰωθάμου μαντείαν ἡ συμφορὰ συνέπεσε. τὸ μέντοι σὺν Ἀβιμελέχῳ στράτευμα πεσόντος αὐτοῦ σκεδασθὲν ἀνεχώρησεν ἐπὶ τὰ οἰκεῖα. Τῶν δὲ Ἰσραηλιτῶν τὴν ἡγεμονίαν Ἰάρης ὁ Γαλαδηνὸς ἐκ τῆς Μανασσίτιδος φυλῆς παραλαμβάνει ἀνὴρ τά τε ἄλλα εὐδαίμων καὶ παῖδας ἀγαθοὺς πεποιημένος τριάκοντα μὲν τὸν ἀριθμὸν ἱππεύειν δὲ ἀρίστους καὶ τῶν κατὰ τὴν Γαλαδηνὴν πόλεων ἀρχὰς ἐγκεχειρισμένους. οὗτος δύο καὶ εἴκοσι ἔτη τὴν ἀρχὴν κατασχὼν τελευτᾷ γηραιὸς καὶ ταφῆς ἐν Καμμὼν πόλει τῆς Γαλαδηνῆς ἀξιοῦται. Πάντα δὲ τὰ τῶν Ἑβραίων εἰς ἀκοσμίαν καὶ ὕβριν τοῦ θεοῦ καὶ τῶν νόμων ὑπεφέρετο, καὶ καταφρονήσαντες αὐτῶν Ἀμμανῖται καὶ Παλαιστῖνοι στρατῷ μεγάλῳ διήρπαζον τὴν χώραν καὶ τὴν Περαίαν ἅπασαν κατασχόντες καὶ ἐπὶ τὴν τῶν λοιπῶν ἤδη κτῆσιν διαβαίνειν ἐτόλμων. Ἑβραῖοι δὲ σωφρονισθέντες ὑπὸ τῶν κακῶν εἰς ἱκετείαν ἐτράποντο τοῦ θεοῦ καὶ θυσίας ἐπέφερον παρακαλοῦντες αὐτὸν μετριάσαντα καὶ πρὸς τὴν δέησιν αὐτῶν ὑπαχθέντα παύσασθαι τῆς ὀργῆς· ὁ δὲ θεὸς μεταβαλόμενος εἰς τὸ ἡμερώτερον ἔμελλεν αὐτοῖς βοηθεῖν.