Ancient Greek · ~4 min
255 to 259
Flavius Josephus, Ἰουδαϊκὴ ἀρχαιολογία 255-3-259
Not analysed yet
ἦν δʼ οὕτως ἀνόητος καὶ τοῦ συμφέροντος ἀσυλλόγιστος ὁ βασιλεὺς, ὥστε οὐδὲ πολεμούμενος ὑπὸ τῶν Σύρων ἐπαύσατο τοὺς θεοὺς αὐτῶν προσκυνῶν, ἀλλὰ διετέλει τούτους σεβόμενος ὡς παρεξομένους αὐτῷ τὴν νίκην. ἡττηθεὶς δὲ πάλιν τοὺς Ἀσσυρίων ἤρξατο τιμᾶν θεοὺς καὶ πάντας ἐῴκει μᾶλλον τιμήσων ἢ τὸν πατρῷον καὶ ἀληθῶς θεόν, ὃς αὐτῷ καὶ τῆς ἥττης ὀργιζόμενος ἦν αἴτιος. ἐπὶ τοσοῦτον δʼ ὀλιγωρίας καὶ καταφρονήσεως ἦλθεν, ὡς καὶ τέλεον ἀποκλεῖσαι τὸν ναὸν καὶ τὰς νενομισμένας ἀπαγορεῦσαι θυσίας ἐπιφέρειν καὶ περιδῦσαι τῶν ἀναθημάτων αὐτόν. ταῦθʼ ὑβρίσας τὸν θεὸν ἐτελεύτησεν ἔτη μὲν βιώσας ἓξ καὶ τριάκοντα, βασιλεύσας δʼ ἐξ αὐτῶν ἑκκαίδεκα, τὸν δʼ υἱὸν Ἐζεκίαν διάδοχον καταλιπών. Ἀπέθανε δʼ ὑπὸ τὸν αὐτὸν καιρὸν καὶ ὁ τῶν Ἰσραηλιτῶν βασιλεὺς Φακέας ἐπιβουλεύσαντος αὐτῷ φίλου τινὸς Ὠσήου ὄνομα, ὃς κατασχὼν τὴν βασιλείαν ἐπʼ ἔτη ἐννέα πονηρός τε ἦν καὶ τῶν πρὸς τὸν θεὸν ὀλίγωρος. στρατεύει δʼ ἐπʼ αὐτὸν ὁ τῶν Ἀσσυρίων βασιλεὺς Σαλμανάσσας καὶ κρατήσας αὐτοῦ, τὸν γὰρ θεὸν οὐκ εἶχεν Ὠσῆος εὐμενῆ, καὶ σύμμαχον ἐποιήσατο καὶ φόρους ἐπέταξεν αὐτῷ τελεῖν ὡρισμένους.