Ancient Greek
258 to 264
Flavius Josephus, Ἰουδαϊκὴ ἀρχαιολογία 258-264
Not analysed yet
Μωυσῆς δὲ τοῦ Λευὶ τὴν φυλὴν τῆς πρὸς τὸν λαὸν κοινωνίας ὑπεξελόμενος ἱερὰν ἐσομένην ἥγνιζε πηγαίοις ὕδασι καὶ ἀενάοις καὶ θυσίαις, ἃς ἐπὶ τοῖς τοιούτοις νομίμους παρέχονται τῷ θεῷ, τήν τε σκηνὴν αὐτοῖς καὶ τὰ σκεύη τὰ ἱερὰ καὶ τὰ ἄλλʼ ὅσα πρὸς σκέπην τῆς σκηνῆς ἐπεποίητο παρέδωκεν, ὅπως ὑφηγουμένων τῶν ἱερέων ὑπηρετήσωσιν· ἤδη γὰρ τῷ θεῷ καθιέρωτο. Καὶ περὶ τῶν ζῴων δὲ διέκρινεν ἕκαστον, ὅτι τρέφοιντο καὶ οὗ πάλιν ἀπεχόμενοι διατελοῖεν, περὶ ὧν ἐν οἷς ἂν ἡμῖν ἀφορμὴ τῆς γραφῆς γένηται διελευσόμεθα τὰς αἰτίας προστιθέντες, ἀφʼ ὧν κινηθεὶς τὰ μὲν αὐτῶν βρωτὰ ἡμῖν ἐκέλευσεν εἶναι, τῶν δὲ προσέταξεν ἀπέχεσθαι. αἵματος μέντοι παντὸς εἰς τροφὴν ἀπηγόρευσε τὴν χρῆσιν ψυχὴν αὐτὸ καὶ πνεῦμα νομίζων, καὶ κρέως τοῦ τεθνηκότος αὐτομάτως ζῴου τὴν βρῶσιν διεκώλυσεν, ἐπίπλου τε καὶ στέατος αἰγείου καὶ προβατείου καὶ τοῦ τῶν βοῶν ἀπέχεσθαι προεῖπεν. Ἀπήλασε δὲ τῆς πόλεως καὶ τοὺς λέπρᾳ τὰ σώματα κακωθέντας καὶ τοὺς περὶ τὴν γονὴν ῥεομένους καὶ τὰς γυναῖκας δʼ αἷς ἡ τῶν κατὰ φύσιν ἔκκρισις ἔπεισι μετέστησε πρὸς ἡμέραν ἑβδόμην, μεθʼ ἣν ὡς ἤδη καθαραῖς ἐνδημεῖν ἐφίησιν. ὁμοίως δὲ καὶ τοῖς κηδεύσασι νεκρὸν μετὰ τοσαύτας ἡμέρας νόμιμον τὸ ἐνδημεῖν· τὸν δʼ ὑπὲρ τὸν ἀριθμὸν τούτων τῶν ἡμερῶν ἐνεχόμενον ἐν τῷ μιάσματι θύειν νόμιμον ἀμνάδας δύο, ὧν τὴν μὲν ἑτέραν καθαγνίζειν δεῖ, τὴν δʼ ἑτέραν οἱ ἱερεῖς λαμβάνουσιν. ὁμοίως δὲ θύουσι καὶ περὶ τοῦ τὴν γονὴν ῥεομένου. ὃς δʼ ἂν κατὰ τοὺς ὕπνους ἀποκρίνῃ γονήν, καθεὶς αὑτὸν εἰς ὕδωρ ψυχρὸν ὁμοίως τοῖς κατὰ νόμον γυναικὶ πλησιάζουσιν ἐξουσίαν ἔχει. τοὺς δὲ λεπροὺς εἰς τὸ παντελὲς ἐξήλασε τῆς πόλεως μηδενὶ συνδιαιτωμένους καὶ νεκροῦ μηδὲν διαφέροντας· ἂν δέ τις ἐξικετεύσας τὸν θεὸν ἀπολυθῇ τῆς νόσου καὶ τὴν ἐρρωμένην κομίσηται χρόαν, ὁ δὴ τοιοῦτος ποικίλαις ἀμείβεται θυσίαις τὸν θεόν, περὶ ὧν ὕστερον ἐροῦμεν.