Ancient Greek · ~6 min
259 to 263
Flavius Josephus, Ἰουδαϊκὴ ἀρχαιολογία 259-2-263
Not analysed yet
μεμφόμενοι δʼ ὅτι τῆς βασιλείας αὐτὸν ἐκβαλόντες ἄλλῳ ταύτην ἐνεχείρισαν καὶ νῦν τεθνηκότος τοῦ κατασταθέντος ὑπʼ αὐτῶν ἡγεμόνος οὐ παρακαλοῦσι Δαυίδην παύσασθαι μὲν τῆς ὀργῆς, εὐνοϊκῶς δὲ πρὸς αὐτοὺς ἔχειν, τῶν δὲ πραγμάτων καθὼς ἤδη καὶ πρότερον ποιεῖσθαι πρόνοιαν τὴν βασιλείαν ἀπολαβόντα. ταῦτα μὲν οὖν συνεχέστερον ἀπηγγέλλετο Δαυίδῃ· κἀκεῖνος οὐδὲν ἧττον ἔπεμψε πρὸς Σάδωκον καὶ Ἀβιάθαρον τοὺς ἀρχιερέας, ἵνα τοῖς ἄρχουσι τῆς Ἰούδα φυλῆς διαλεχθῶσιν, ὡς αἰσχρὸν αὐτοῖς ἄλλας φυλὰς πρὸ ἐκείνης Δαυίδην χειροτονῆσαι βασιλέα, καὶ ταῦθʼ ὑμῶν συγγενῶν ὄντων καὶ κοινὸν αἷμα πρὸς αὐτὸν κεκληρωμένων. τὰ δʼ αὐτὰ καὶ Ἀμασᾷ τῷ στρατηγῷ προσέταξεν αὐτοὺς λέγειν, ὅτι τῆς ἀδελφῆς υἱὸς ὢν αὐτοῦ μὴ πείθει τὸ πλῆθος Δαυίδῃ τὴν βασιλείαν ἀποδοῦναι· προσδοκᾶν δὲ παρʼ αὐτοῦ μὴ διαλλαγὴν μόνον, τοῦτο γὰρ ἤδη γέγονεν, ἀλλὰ καὶ τὴν παντὸς τοῦ λαοῦ στρατηγίαν, ἣν αὐτῷ καὶ Ἀψάλωμος παρέσχε. καὶ οἱ μὲν ἀρχιερεῖς ἃ μὲν τοῖς τῆς φυλῆς ἄρχουσι διειλέχθησαν ἃ δὲ τὸν Ἀμασὰν ἔπεισαν τὰ παρὰ τοῦ βασιλέως πρὸς αὐτὸν εἰπόντες ἐγχειρεῖν ταῖς ὑπὲρ αὐτοῦ φροντίσι. καὶ πείθει γε τὴν φυλὴν παραχρῆμα πέμψαι πρὸς Δαυίδην πρέσβεις παρακαλοῦντας εἰς τὴν ἰδίαν αὐτὸν ἐπανελθεῖν βασιλείαν. τὸ δʼ αὐτὸ καὶ πάντες ἐποίουν οἱ Ἰσραηλῖται προτρεψαμένου τοῦ Ἀμασᾶ. Τῶν δὲ πρέσβεων ἀφικομένων πρὸς αὐτὸν εἰς Ἱεροσόλυμα παρεγένετο. πάντας δὲ τοὺς ἄλλους ἔφθασεν ἡ Ἰούδα φυλὴ πρὸς τὸν Ἰόρδανον ποταμὸν ἀπαντῆσαι τῷ βασιλεῖ καὶ ὁ Γήρα παῖς Σαμούις μετὰ χιλίων ἀνδρῶν, οὓς ἐκ τῆς Βενιαμίδος φυλῆς ἐπήγετο, καὶ Σιβᾶς δὲ ὁ ἀπελεύθερος Σαούλου καὶ οἱ παῖδες αὐτοῦ πεντεκαίδεκα τὸν ἀριθμὸν ὄντες μετὰ οἰκετῶν εἴκοσιν.