Ancient Greek · ~7 min
26 to 32
Flavius Josephus, Ἰουδαϊκὴ ἀρχαιολογία 26-2-32
Not analysed yet
Εὐθὺς δὲ μετὰ τὴν πρώτην ἀφορμὴν τῆς τροφῆς καὶ δευτέραν αὐτοῖς κατέπεμπεν ὁ θεός· ἀνέχοντος γὰρ τοῦ Μωυσέος τὰς χεῖρας ἐπὶ ταῖς εὐχαῖς δρόσος κατηνέχθη, καὶ περιπηγνυμένης ταῖς χερσὶ Μωυσῆς ὑπονοήσας καὶ ταύτην εἰς τροφὴν ἥκειν αὐτοῖς παρὰ τοῦ θεοῦ γεύεταί τε καὶ ἡσθείς, τοῦ πλήθους ἀγνοοῦντος καὶ νομίζοντος νίφεσθαι καὶ τῆς ὥρας εἶναι τοῦ ἔτους τὸ γινόμενον, ἀνεδίδασκεν οὐ κατὰ τὴν ἐκείνων ὑπόληψιν ἀπʼ οὐρανοῦ καταφέρεσθαι τὴν δρόσον, ἀλλʼ ἐπὶ σωτηρίᾳ τῇ αὐτῶν καὶ διατροφῇ, καὶ γευομένοις τοῦτο αὐτοῖς παρεῖχε πιστεύειν. οἱ δὲ μιμούμενοι τὸν στρατηγὸν ἥδοντο τῷ βρώματι· μέλιτι γὰρ ἦν τὴν γλυκύτητα καὶ τὴν ἡδονὴν ἐμφερές, ὅμοιον δὲ τῇ τῶν ἀρωμάτων βδέλλῃ, τὸ δὲ μέγεθος τῷ κοριάννου σπέρματι· καὶ περὶ συλλογὴν λίαν αὐτοῦ ἐσπουδάκεσαν. παρηγγέλλετο δʼ ἐξ ἴσου πᾶσιν ἀσσαρῶνα, τοῦτο δʼ ἐστὶ μέτρον, εἰς ἑκάστην ἡμέραν συλλέγειν ὡς οὐκ ἐπιλείψοντος αὐτοῖς τοῦ βρώματος, ἵνα μὴ τοῖς ἀδυνάτοις ἄπορον ᾖ τὸ λαμβάνειν διʼ ἀλκὴν τῶν δυνατωτέρων πλεονεκτούντων περὶ τὴν ἀναίρεσιν. οἱ μέντοι πλέον τοῦ προστεταγμένου μέτρου συναγαγόντες οὐδὲν περισσότερον εἶχον τοῦ κακοπαθῆσαι· ἀσσαρῶνος γὰρ οὐδὲν πλέον εὕρισκον· τοῦ δʼ ὑπολειφθέντος εἰς τὴν ἐπιοῦσαν ὄνησις οὐδʼ ἥτις ἦν διεφθαρμένου ὑπό τε σκωλήκων καὶ πικρίας· οὕτω θεῖον ἦν τὸ βρῶμα καὶ παράδοξον. ἀμύνει δὲ τοῖς ταύτην νεμομένοις τὴν ἐκ τῶν ἄλλων ἀπορίαν, ἔτι δὲ καὶ νῦν πᾶς ἐκεῖνος ὁ τόπος, καθάπερ καὶ τότε Μωυσεῖ χαριζόμενον τὸ θεῖον κατέπεμψε τὴν διατροφήν. καλοῦσι δὲ Ἑβραῖοι τὸ βρῶμα τοῦτο μάννα· τὸ γὰρ μάν ἐπερώτησις κατὰ τὴν ἡμετέραν διάλεκτον, τί τοῦτʼ ἔστιν ἀνακρίνουσα. καὶ οἱ μὲν χαίροντες ἐπὶ τοῖς ἀπʼ οὐρανοῦ καταπεμφθεῖσιν αὐτοῖς διετέλουν, τῇ δὲ τροφῇ ταύτῃ τεσσαράκοντα ἔτη ἐχρήσαντο ἐφʼ ὅσον χρόνον ἦσαν ἐν τῇ ἐρήμῳ.