Ancient Greek · ~7 min
26 to 32
Flavius Josephus, Ἰουδαϊκὴ ἀρχαιολογία 26-3-32
Not analysed yet
καὶ νῦν Ἀαρῶνι τὴν ἱερωσύνην οὐκ ἐπειδὴ πλούτῳ προεῖχε, σὺ γὰρ καὶ ἀμφοτέρους ἡμᾶς μεγέθει χρημάτων ὑπερβάλλεις, οὐ μὴν οὐδʼ εὐγενείᾳ, κοινὸν γὰρ ἡμῖν τοῦτο ἐποίησεν ὁ θεὸς τὸν αὐτὸν δοὺς προπάτορα, οὐδὲ διὰ φιλαδελφίαν ὃ δικαίως ἂν ἕτερος εἶχε τοῦτο φέρων ἔδωκα τἀδελφῷ· καὶ γὰρ εἰ μὴ φροντίζων τοῦ θεοῦ καὶ τῶν νόμων τὴν τιμὴν ἐχαριζόμην, οὐκ ἂν ἐμαυτῷ παρεὶς δοῦναι παρέσχον ἑτέρῳ συγγενέστερος ὢν ἐμαυτῷ τἀδελφοῦ, καὶ πρὸς ἐμαυτὸν οἰκειότερον ἢ πρὸς ἐκεῖνον διακείμενος· καὶ γὰρ οὐδὲ συνετὸν ἦν τοῖς κινδύνοις ἐμαυτὸν ὑποτιθέντα τοῖς ἐκ τοῦ παρανομεῖν ἄλλῳ τὴν διὰ τούτου εὐδαιμονίαν χαρίζεσθαι. ἀλλʼ ἐγώ τε κρείττων ἢ κακουργεῖν ὅ τε θεὸς οὐκ ἂν περιεῖδεν ἑαυτὸν καταφρονούμενον οὐδʼ ὑμᾶς ἀγνοοῦντας ὅτι καὶ ποιοῦντες αὐτῷ χαρίζεσθε, ἀλλʼ αὐτὸς ἐπιλεξάμενος τὸν ἱερωσόμενον αὐτῷ τῆς κατὰ τοῦτʼ αἰτίας ἡμᾶς ἠλευθέρωσεν. οὐ μὴν ἐξ ἐμῆς χάριτος λαβεῖν ἀλλὰ μὴ κατὰ κρίσιν θεοῦ, κατατίθησιν αὐτὴν εἰς μέσον ἐπιδικάσιμον τοῖς βουλομένοις, οὐκ ἐκ τοῦ προκριθεὶς ἤδη τυχεῖν αὐτῆς ἀξιῶν ἐπιτραπῆναι καὶ τοῦτο νῦν αὐτῷ περὶ αὐτῆς σπουδάσαι, προτιμῶν τοῦ τὸ γέρας ἔχειν τὸ μὴ στασιάζοντας ὑμᾶς ὁρᾶν καί τοι κατὰ τὴν ὑμετέραν γνώμην αὐτοῦ τυγχάνων· ὃ γὰρ ἔδωκεν ὁ θεὸς οὐχ ἡμάρτομεν τοῦτο καὶ μὴ βουλομένων ὑμῶν λαμβάνοντες. ἦν δὲ καὶ τὸ μὴ προσέσθαι παρέχοντος ἐκείνου τὴν τιμὴν ἀσεβές, καὶ πάλιν ἀξιοῦντʼ ἔχειν εἰς ἅπαντα χρόνον μὴ τὴν ἀσφάλειαν τὴν ἐπʼ αὐτῇ βεβαιοῦντος ἡμῖν τοῦ θεοῦ παντάπασιν ἀλόγιστον. κρινεῖ τοίνυν πάλιν αὐτός, τίνας βούλεται τὰς ὑπὲρ ἡμῶν αὐτῷ θυσίας ἐπιτελεῖν καὶ προεστάναι τῆς εὐσεβείας· ἄτοπον γὰρ Κορῆν ἐφιέμενον τῆς τιμῆς τὴν ἐξουσίαν τοῦ τίνι παράσχῃ ταύτην ἀφελέσθαι τὸν θεόν. τῆς οὖν στάσεως καὶ τῆς διὰ τοῦτο ταραχῆς παύσασθε, πρωῒ δὲ ὅσοι τῆς ἱερωσύνης ἀντιποιεῖσθε κομίζων ἕκαστος θυμιατήριον οἴκοθεν σὺν θυμιάμασι καὶ πῦρ πάριτε.