Ancient Greek · ~2 min
Τάδε ἔνεστιν ἐν τῇ τετάρτῃ τῶν Ἰωσήπου ἱστοριῶν τῆς Ἰουδαϊκῆς ἀρχαιολογίας.
Flavius Josephus, Ἰουδαϊκὴ ἀρχαιολογία 261
Not analysed yet
συνελθεῖν μὲν ἀλλήλοις οὐχ ἡδονῆς ἕνεκα λέγοντες οὐδὲ τῆς τῶν χρημάτων αὐξήσεως κοινῶν τῶν ἑκατέροις ὑπαρχόντων γενομένων, ἀλλʼ ὅπως παίδων τύχωσιν, οἳ γηρωκομήσουσιν αὐτοὺς καὶ ὧν ἂν δέωνται παρʼ αὐτῶν ἕξουσι, γενόμενόν τε μετὰ χαρᾶς καὶ τοῦ τῷ θεῷ χάριν εἰδέναι τὴν μεγίστην ἀράμενοι διὰ σπουδῆς ἀνεθρέψαμεν μηδενὸς φειδὼ ποιούμενοι τοῦ καὶ δόξαντος εἰς σωτηρίαν τὴν σὴν καὶ παιδείαν τῶν ἀρίστων εἶναι χρησίμου.