Ancient Greek
266 to 272
Flavius Josephus, Jewish Antiquities 266-272
Not analysed yet
Ἀμάνου δὲ πρὸς τοῦτο καταπλαγέντος καὶ μηδὲν ἔτι φθέγξασθαι δυνηθέντος, καὶ Σαβουζάνης ὁ εὐνοῦχος παρελθὼν κατηγόρει τοῦ Ἀμάνου, ὡς εὕροι σταυρὸν ἐπὶ τῆς οἰκίας αὐτοῦ παρεσκευασμένον ἐπὶ Μαρδοχαῖον τοῦτο γὰρ αὐτῷ πυνθανομένῳ τὸν οἰκέτην εἰπεῖν, ὅτε καλέσων αὐτὸν ἐπὶ τὸ δεῖπνον ἔλθοι πρὸς αὐτόν. εἶναι δὲ τὸν σταυρὸν ἔλεγεν ἑξήκοντα πήχεων τὸ ὕψος. ὁ δὲ βασιλεὺς ἀκούσας οὐκ ἄλλῃ τιμωρίᾳ περιβάλλειν ἔκρινεν τὸν Ἀμάνην ἢ τῇ κατὰ Μαρδοχαίου νενοημένῃ, καὶ κελεύει παραχρῆμα αὐτὸν ἐξ ἐκείνου τοῦ σταυροῦ κρεμασθέντα ἀποθανεῖν. ὅθεν ἐπέρχεταί μοι τὸ θεῖον θαυμάζειν καὶ τὴν σοφίαν αὐτοῦ καὶ δικαιοσύνην καταμανθάνειν, μὴ μόνον τὴν Ἀμάνου κολάσαντος πονηρίαν, ἀλλὰ καὶ τὴν κατʼ ἄλλου μεμηχανημένην τιμωρίαν ταύτην ἐκείνου ποιήσαντος εἶναι καὶ τοῖς ἄλλοις μαθεῖν οὕτως παρεσχηκότος, ὡς ἃ καθʼ ἑτέρου τις παρεσκεύασε ταῦτα λανθάνει καθʼ ἑαυτοῦ πρῶτον ἑτοιμασάμενος. Ἀμάνης μὲν οὖν ἀμετρήτως τῇ παρὰ τοῦ βασιλέως χρώμενος τιμῇ τοῦτον διεφθάρη τὸν τρόπον, τὴν δὲ οὐσίαν αὐτοῦ ἐχαρίσατο τῇ βασιλίσσῃ. Μαρδοχαῖον δὲ προσκαλεσάμενος, καὶ γὰρ ἐδήλωσεν αὐτῷ τὴν πρὸς αὐτὸν συγγένειαν Ἐσθήρα, ὃν ἔδωκεν Ἀμάνῃ δακτύλιον τοῦτον Μαρδοχαίῳ δίδωσι. δωρεῖται δὲ καὶ ἡ βασίλισσα Μαρδοχαίῳ τὴν Ἀμάνου κτῆσιν καὶ δεῖται τοῦ βασιλέως ἀπαλλάξαι τοῦ περὶ τῆς ζωῆς φόβου τὸ τῶν Ἰουδαίων ἔθνος, δηλοῦσα τὰ γραφέντα κατὰ πᾶσαν τὴν χώραν ὑπὸ Ἀμάνου τοῦ Ἀμαδάθου· τῆς γὰρ πατρίδος αὐτῇ διαφθαρείσης καὶ τῶν ὁμοφύλων ἀπολομένων οὐκ ἂν ὑπομένειν τὸν βίον. ὁ δὲ βασιλεὺς ὑπέσχετο μηδὲν ἄχαρι αὐτὴν μηδʼ οἷς ἐσπούδακεν ἐναντίον ἔσεσθαι, γράφειν δὲ ἃ βούλεται προσέταξε περὶ τῶν Ἰουδαίων ἐκείνην ἐκ τοῦ βασιλέως ὀνόματος καὶ σημηναμένην αὐτοῦ τῇ σφραγῖδι πέμπειν εἰς πᾶσαν τὴν βασιλείαν· τοὺς γὰρ ἀναγνωσομένους τὰς ὑπὸ τοῦ βασιλικοῦ σημαντῆρος ἠσφαλισμένας ἐπιστολὰς οὐδὲν περὶ τῶν ἐγγεγραμμένων ἐναντιώσεσθαι. μεταπεμφθέντας οὖν τοὺς βασιλικοὺς γραμματεῖς ἐκέλευσε γράφειν τοῖς ἔθνεσι περὶ τῶν Ἰουδαίων τοῖς τε οἰκονόμοις καὶ ἄρχουσιν ἀπὸ Ἰνδικῆς ἕως τῆς Αἰθιοπίας ἑκατὸν εἰκοσιεπτὰ σατραπειῶν ἡγουμένοις. τὰ δὲ γραφέντα τοῦτον ἔχει τὸν τρόπον·