Ancient Greek
270 to 276
Flavius Josephus, Jewish Antiquities 270-2-276
Not analysed yet
ἐποιήσατο δὲ καὶ συνθήκας εἰς Ῥώμην ἐλθεῖν, ἐπειδὴ περὶ τούτων ἐγέγραπτο Καίσαρι, καὶ μέχρις Ἀντιοχείας ἐπὶ τὸ αὐτὸ παρῆλθον. ἐκεῖ καὶ τὸν ἡγεμόνα Συρίας Τίτιον ἐκ διαφορᾶς Ἀρχελάῳ κακῶς ἔχοντα διήλλαξεν Ἡρώδης καὶ πάλιν εἰς Ἰουδαίαν ὑποστρέφει. Γενομένῳ δὲ ἐν τῇ Ῥώμῃ κἀκεῖθεν ἐπανήκοντι συνέστη πόλεμος πρὸς τοὺς Ἄραβας ἐξ αἰτίας τοιαύτης· οἱ κατοικοῦντες τὸν Τράχωνα Καίσαρος ἀφελομένου Ζηνόδωρον καὶ προσθέντος Ἡρώδῃ τὴν χώραν λῃστεύειν μὲν οὐκ εἶχον ἐξουσίαν ἔτι, γεωργεῖν δὲ καὶ ζῆν ἡμέρως ἠναγκάζοντο. τόδʼ ἦν ἐκείνοις οὐχ αἱρετὸν οὐδὲ λυσιτέλειαν ἔφερεν ἡ γῆ πονούντων. ὅμως δὲ κατʼ ἀρχὰς μὲν οὐκ ἐπιτρέποντος τοῦ βασιλέως ἀπείχοντο τῶν εἰς τοὺς περιοίκους ἀδικημάτων, καὶ πολλὴ διὰ τοῦτο ἦν εὐδοξία τῆς ἐπιμελείας Ἡρώδῃ. πλεύσαντος δʼ εἰς τὴν Ῥώμην, ὅτε καὶ τοῦ παιδὸς Ἀλεξάνδρου κατηγόρει καὶ παραθησόμενος Ἀντίπατρον τὸν υἱὸν παρεληλύθει Καίσαρι, λόγον ὡς ἀπολωλὼς εἴη διασπείροντες οἱ τὸν Τράχωνα νεμόμενοι τῆς τε ἀρχῆς ἀπέστησαν καὶ πάλιν ἐπὶ τὰ συνήθη τοὺς πλησιοχώρους ἀδικεῖν ἐτρέποντο. τότε μὲν οὖν αὐτοὺς οἱ στρατηγοὶ τοῦ βασιλέως ἀπόντος ἐχειρώσαντο. περὶ τετταράκοντα δέ τινες ἀρχιλῃσταὶ κατὰ δέος τῶν ἡλωκότων ἐξέλιπον μὲν τὴν χώραν, εἰς δὲ τὴν Ἀραβίαν ἀφορμήσαντες Συλλαίου δεξαμένου μετὰ τὴν ἀποτυχίαν τοῦ Σαλώμης γάμου, τόπον τε ἐρυμνὸν ἐκείνου δόντος ᾤκησαν καὶ κατατρέχοντες οὐ μόνον τὴν Ἰουδαίαν ἀλλὰ καὶ τὴν κοίλην Συρίαν ἅπασαν ἐλῄζοντο, παρέχοντος ὀρμητήρια τοῦ Συλλαίου καὶ κακῶς ποιοῦσιν ἄδειαν. Ἡρώδης δὲ ἐπανελθὼν ἀπὸ τῆς Ῥώμης ἔγνω πολλὰ τῶν οἰκείων αὐτῷ κεκακωμένα, καὶ τῶν μὲν λῃστῶν ἐγκρατὴς γενέσθαι οὐκ ἠδυνήθη διὰ τὴν ἀσφάλειαν, ἣν ἐκ τῆς τῶν Ἀράβων προστασίας ἐπορίσαντο, χαλεπῶς δὲ ἔχων αὐτὸς τῶν ἀδικημάτων περιελθὼν τὸν Τράχωνα τοὺς οἰκείους αὐτῶν ἀπέσφαξεν.