Ancient Greek · ~7 min
271 to 277
Flavius Josephus, Ἰουδαϊκὴ ἀρχαιολογία 271-277
Not analysed yet
Ἐπʼ ἀνθρώπου μὲν κλοπῇ θάνατος ἔστω ζημία, ὁ δὲ χρυσὸν ἢ ἄργυρον ὑφελόμενος τὸ διπλοῦν ἀποτινέτω. κτείνας δʼ ἐπὶ τοῖς κατʼ οἶκον κλεπτομένοις τις ἀθῷος ἔστω κἂν εἰ πρὸς διορύγματι τειχίου. βόσκημα δὲ ὁ κλέψας τετραπλῆν τὴν ζημίαν ἀποτινέτω πλὴν βοός, πενταπλῆν δʼ ὑπὲρ τούτου καταβαλλέτω. ὁ δὲ τὸ ἐπιτίμιον ἄπορος διαλύσασθαι δοῦλος ἔστω τοῖς καταδεδικασμένοις. Πραθεὶς δὲ ὁμοφύλῳ τις ἓξ ἔτη δουλευέτω, τῷ δʼ ἑβδόμῳ ἐλεύθερος ἀφείσθω· ἐὰν δὲ τέκνων αὐτῷ γενομένων ἐκ δούλης παρὰ τῷ πριαμένῳ διὰ τὴν εὔνοιαν καὶ τὴν πρὸς τὰ οἰκεῖα φιλοστοργίαν βούληται δουλεύειν, ἐνιαυτοῦ ἐνστάντος τοῦ ἰοβήλου, πεντηκοστὸς δὲ ἐνιαυτός ἐστιν, ἐλευθερούσθω καὶ τὰ τέκνα καὶ τὴν γυναῖκα ἐλευθέραν ἐπαγόμενος. Ἐὰν δέ τις ἢ χρυσίον ἢ ἀργύριον εὕρῃ καθʼ ὁδόν, ἐπιζητήσας τὸν ἀπολωλεκότα καὶ κηρύξας τὸν τόπον ἐν ᾧ εὗρεν ἀποδότω, τὴν ἐκ τῆς ἑτέρου ζημίας ὠφέλειαν οὐκ ἀγαθὴν ὑπολαμβάνων. ὁμοίως καὶ περὶ βοσκημάτων οἷς ἂν ἐντύχῃ τις κατʼ ἐρημίαν πλανωμένοις, μὴ εὑρεθέντος τοῦ κυρίου παραχρῆμα παρʼ αὑτῷ φυλαττέτω μαρτυράμενος τὸν θεὸν μὴ νοσφίζεσθαι ἀλλότρια. Μὴ ἐξεῖναι δὲ παριέναι κτηνῶν τινι κακοπαθούντων ὑπὸ χειμῶνος πεπτωκότων ἐν πηλῷ, συνδιασώζειν δὲ καὶ τὸν πόνον οἰκεῖον ἡγησάμενον βοηθεῖν. Μηνύειν δὲ καὶ τὰς ὁδοὺς τοῖς ἀγνοοῦσι, καὶ μὴ γέλωτα θηρωμένους αὑτοῖς ἐμποδίζειν πλάνῃ τὴν ἑτέρου χρείαν. Ὁμοίως μηδὲ βλασφημείτω τις τὸν ἀπόντα καὶ τὸν ἐνεόν. Ἐν μάχῃ τις ὅπου μὴ σίδηρος πληγεὶς παραχρῆμα μὲν ἀποθανὼν ἐκδικείσθω ταὐτὸν παθόντος τοῦ πεπληχότος. ἂν δὲ κομισθεὶς παρʼ ἑαυτὸν καὶ νοσήσας ἐπὶ πλείονας ἡμέρας ἔπειτʼ ἀποθάνῃ, ἀθῷος ἔστω ὁ πλήξας, σωθέντος δὲ καὶ πολλὰ δαπανήσαντος εἰς τὴν νοσηλείαν ἀποτινέτω πάνθʼ ὅσα παρὰ τὸν χρόνον τῆς κατακλίσεως ἀνάλωσε καὶ ὅσα τοῖς ἰατροῖς ἔδωκεν.