Ancient Greek · ~7 min
272 to 277
Flavius Josephus, Ἰουδαϊκὴ ἀρχαιολογία 272-277
Not analysed yet
τῶν δʼ ὅρκων τελειωθέντων τῆς διφθέρας ἀπαλείψας τοὔνομα εἰς φιάλην ἐκπιέζει, προκομίσας τε ἐκ τοῦ ἱεροῦ γῆς εἴ τι προστύχοι καὶ καταπάσας ἐκπιεῖν δίδωσιν· ἡ δʼ εἰ μὲν ἀδίκως ἐνεκλήθη, ἐγκύμων τε γίνεται καὶ τελεσφορεῖται κατὰ τὴν γαστέρα· ψευσαμένη δὲ τὸν ἄνδρα ἐπὶ τοῖς γάμοις καὶ τὸν θεὸν ἐπὶ τοῖς ὅρκοις μετʼ αἰσχύνης καταστρέφει τὸν βίον τοῦ τε σκέλους ἐκπεσόντος αὐτῇ καὶ τὴν κοιλίαν ὑδέρου καταλαβόντος. καὶ περὶ μὲν τῶν θυσιῶν καὶ τῆς ἁγνείας τῆς ἐπʼ αὐταῖς ταῦτα Μωυσῆς τοῖς ὁμοφύλοις προενόησε, νόμους δὲ αὐτοῖς τοιούτους ἔθετο. Μοιχείαν μὲν εἰς τὸ παντελὲς ἀπεῖπε νομίσας εὔδαιμον τὸ περὶ τοὺς γάμους ὑγιαίνειν τοὺς ἄνδρας, καὶ ταῖς τε πόλεσι καὶ τοῖς οἴκοις συμφέρειν τὸ τοὺς παῖδας εἶναι γνησίους. καὶ μίσγεσθαι δὲ μητράσι κακὸν μέγιστον ὁ νόμος ἀπεῖπεν, ὁμοίως δὲ καὶ πατρὸς συνεῖναι γαμετῇ καὶ τηθίσι καὶ ἀδελφαῖς καὶ παίδων γυναιξὶν ὡς ἔκφυλον ἔχον τὴν ἀδικίαν μεμίσηκεν. ἐκώλυσε δὲ καὶ γυναικὶ μεμιασμένῃ τοῖς κατὰ φύσιν πλησιάζειν μηδὲ κτήνεσιν εἰς συνουσίαν φοιτᾶν μηδὲ τὴν πρὸς τὰ ἄρρενα μῖξιν τιμᾶν διὰ τὴν ἐπʼ αὐτοῖς ὥραν ἡδονὴν θηρωμένους παράνομον. κατὰ δὲ τῶν εἰς ταῦτʼ ἐξυβρισάντων θάνατον ὥρισε τὴν τιμωρίαν. Τῶν δʼ ἱερέων καὶ διπλασίονα τὴν ἁγνείαν ἐποίησε· τούτων τε γὰρ αὐτοὺς ὁμοίως τοῖς ἄλλοις εἴργει καὶ προσέτι γαμεῖν τὰς ἡταιρηκυίας ἐκώλυσε, μήτε δούλην μήτʼ αἰχμάλωτον γαμεῖν αὐτοὺς κεκώλυκε καὶ τὰς ἐκ καπηλείας καὶ τοῦ πανδοκεύειν πεπορισμένας τὸν βίον μηδὲ τὰς τῶν προτέρων ἀνδρῶν ἐφʼ αἱσδηποτοῦν αἰτίαις ἀπηλλαγμένας. τὸν ἀρχιερέα μέντοι οὐδὲ τεθνηκότος ἀνδρὸς ἠξίωσε γυναῖκα τοῦτο τοῖς ἄλλοις ἱερεῦσι συγχωρῶν, μόνην δʼ αὐτῷ γαμεῖν παρθένον καὶ ταύτην φυλάττειν· ὅθεν οὐδὲ νεκρῷ πρόσεισιν ὁ ἀρχιερεὺς τῶν λοιπῶν οὐ κεκωλυμένων ἀδελφοῖς καὶ γονεῦσι καὶ παισὶ τοῖς αὑτῶν προσιέναι μεταστᾶσιν.