Ancient Greek
272 to 273
Flavius Josephus, Jewish Antiquities 272-2-273
Not analysed yet
ταῦτα μὲν ἰδεῖν ἐν τῷ πεδίῳ τῷ ἐν Σούσοις ὁ Δανίηλος ἔγραψε, κρῖναι δʼ αὐτὸν τὴν ὄψιν τοῦ φαντάσματος ἐδήλου τὸν θεὸν οὕτως· τὸν μὲν κριὸν βασιλείας τὰς Μήδων καὶ Περσῶν σημαίνειν ἔφασκε, τὰ δὲ κέρατα τοὺς βασιλεύειν μέλλοντας, τὸ δὲ ἔσχατον κέρας σημαίνειν τὸν ἔσχατον βασιλέα· τοῦτον γὰρ διοίσειν ἁπάντων πλούτῳ τε καὶ δόξῃ. τὸν δὲ τράγον δηλοῦν, ὡς ἐκ τῶν Ἑλλήνων τις βασιλεύων ἔσται, ὃς τῷ Πέρσῃ συμβαλὼν δὶς κρατήσει τῇ μάχῃ καὶ παραλήψεται τὴν ἡγεμονίαν ἅπασαν.