Ancient Greek
273 to 279
Flavius Josephus, Ἰουδαϊκὴ ἀρχαιολογία 273-2-279
Not analysed yet
καὶ τὴν πόλιν δὲ παντὸς ἐκάθηραν μιάσματος εἰδώλων, τάς τε καθημερινὰς θυσίας ὁ βασιλεὺς ἐκ τῶν ἰδίων ἐπιτελεῖσθαι διέταξε κατὰ τὸν νόμον, καὶ τοῖς ἱερεῦσι καὶ Ληουίταις τὰς δεκάτας ὥρισε παρὰ τοῦ πλήθους δίδοσθαι καὶ τὰς ἀπαρχὰς τῶν καρπῶν, ἵνʼ ἀεὶ τῇ θρησκείᾳ παραμένωσι καὶ τῆς θεραπείας ὦσιν ἀχώριστοι τοῦ θεοῦ. καὶ τὸ μὲν πλῆθος συνεισέφερε παντοδαπὸν καρπὸν τοῖς ἱερεῦσι καὶ Λευίταις, ἀποθήκας δὲ καὶ ταμιεῖα τούτων ὁ βασιλεὺς κατασκευάσας ἑκάστῳ διένειμε τῶν ἱερέων καὶ Ληουιτῶν καὶ παισὶν αὐτῶν καὶ γυναιξί· καὶ οὕτω πάλιν εἰς τὴν ἀρχαίαν θρησκείαν ἐπανῆλθον. ταῦτα δὲ τὸν προειρημένον τρόπον ὁ βασιλεὺς καταστησάμενος πόλεμον ἐξήνεγκε πρὸς τοὺς Παλαιστίνους καὶ νικήσας κατέσχεν ἁπάσας ἀπὸ Γάζης μέχρι Γίττης πόλεις τῶν πολεμίων. ὁ δὲ τῶν Ἀσσυρίων βασιλεὺς πέμψας ἠπείλει πᾶσαν αὐτοῦ καταστρέψεσθαι τὴν ἀρχήν, εἰ μὴ τοὺς φόρους, οὓς ὁ πατὴρ αὐτοῦ τὸ πρῶτον ἐτέλει, τούτους ἀποδώσει. Ἐζεκίας δὲ τῶν μὲν ἀπειλῶν οὐκ ἐφρόντισʼ, ἐθάρρει δὲ ἐπὶ τῇ πρὸς τὸ θεῖον εὐσεβείᾳ καὶ τῷ προφήτῃ Ἡσαΐᾳ, παρʼ οὗ πάντʼ ἀκριβῶς τὰ μέλλοντα ἐπυνθάνετο. καὶ ὧδε μὲν ἡμῖν ἐπὶ τοῦ παρόντος ἐχέτω τὰ περὶ τούτου τοῦ βασιλέως. Σαλμανάσσης δὲ ὁ τῶν Ἀσσυρίων βασιλεύς, ἐπεὶ ἠγγέλη αὐτῷ ὁ τῶν Ἰσραηλιτῶν βασιλεὺς Ὠσείης πέμψας κρύφα πρὸς Σώαν τὸν τῶν Αἰγυπτίων βασιλέα παρακαλῶν αὐτὸν ἐπὶ συμμαχίαν τὴν κατʼ αὐτοῦ, παροξυνθεὶς ἐστράτευσεν ἐπὶ τὴν Σαμάρειαν ἔτει ἑβδόμῳ τῆς Ὠσήου βασιλείας. οὐ δεξαμένου δʼ αὐτὸν τοῦ βασιλέως ἔτεσι πολιορκήσας τρισὶν εἷλε κατὰ κράτος τὴν Σαμάρειαν, ἔνατον μὲν ἔτος Ὠσήου βασιλεύοντος ἕβδομον δὲ Ἐζεκίου τοῦ τῶν Ἱεροσολυμιτῶν βασιλέως, καὶ τὴν τῶν Ἰσραηλιτῶν ἡγεμονίαν ἄρδην ἠφάνισε καὶ πάντα τὸν λαὸν μετῴκισεν εἰς τὴν Μηδίαν καὶ Περσίδα, ἐν οἷς καὶ τὸν βασιλέα Ὠσῆν ζῶντα ἔλαβε. καὶ μεταστήσας ἄλλα ἔθνη ἀπὸ Χούθου τόπου τινός, ἔστι γὰρ ἐν τῇ Περσίδι ποταμὸς τοῦτʼ ἔχων τοὔνομα, κατῴκισεν εἰς τὴν Σαμάρειαν καὶ τὴν τῶν Ἰσραηλιτῶν χώραν.