Ancient Greek · ~3 min
274 to 275
Flavius Josephus, Ἰουδαϊκὴ ἀρχαιολογία 274-275
Not analysed yet
θαυμάζοντα δʼ ἐπὶ τούτοις θαρρεῖν παρεκελεύετο καὶ βοηθὸν εἰδέναι μέγιστον αὐτῷ συνεσόμενον καὶ σημείοις πρὸς τὸ πιστεύεσθαι παρὰ πᾶσι χρῆσθαι, ὅτι πεμφθεὶς ὑπʼ ἐμοῦ πάντα κατὰ τὰς ἐμὰς ἐντολὰς ποιεῖς. κελεύω δὲ μηδὲν ἔτι μελλήσαντα σπεύδειν εἰς τὴν Αἴγυπτον καὶ νυκτὸς καὶ ἡμέρας ἐπειγόμενον καὶ μὴ τρίβοντα τὸν χρόνον πλείω ποιεῖν τοῦτον Ἑβραίοις ἐν δουλείᾳ κακοπαθοῦσι. Μωυσῆς δʼ οὐκ ἔχων ἀπιστεῖν οἷς ἐπηγγέλλετο τὸ θεῖον θεατής γε τοιούτων βεβαιωμάτων καὶ ἀκροατὴς γενόμενος, εὐξάμενος αὐτῷ καὶ πειραθῆναι ταύτης τῆς δυνάμεως ἐν Αἰγύπτῳ δεηθεὶς ἠντιβόλει μηδὲ ὀνόματος αὐτῷ γνῶσιν τοῦ ἰδίου φθονῆσαι, φωνῆς δʼ αὐτῷ μετεσχηκότι καὶ ὄψεως ἔτι καὶ τὴν προσηγορίαν εἰπεῖν, ἵνα θύων ἐξ ὀνόματος αὐτὸν παρεῖναι τοῖς ἱεροῖς παρακαλῇ.