Ancient Greek · ~7 min
275 to 280
Flavius Josephus, Ἰουδαϊκὴ ἀρχαιολογία 275-2-280
Not analysed yet
Δαυίδης δὲ ἐκεῖθεν ἄρας εἴς τινα τόπον Καινὴν καλουμένην τῆς Ζιφήνης παραγίνεται, εἰς ὃν Ἰωνάθης ὁ τοῦ Σαούλου παῖς συμβαλὼν αὐτῷ καὶ κατασπασάμενος θαρρεῖν τε καὶ χρηστὰς περὶ τῶν μελλόντων ἔχειν ἐλπίδας παρεκάλει καὶ μὴ κάμνειν τοῖς παροῦσι· βασιλεύσειν γὰρ αὐτὸν καὶ πᾶσαν τὴν Ἑβραίων δύναμιν ἕξειν ὑφʼ ἑαυτῷ, φιλεῖν δὲ τὰ τοιαῦτα σὺν μεγάλοις ἀπαντᾶν πόνοις. πάλιν δʼ ὅρκους ποιησάμενος τῆς εἰς ἅπαντα τὸν βίον πρὸς ἀλλήλους εὐνοίας καὶ πίστεως καὶ τὸν θεὸν μάρτυρα καλέσας, ὧν ἐπηράσατο αὑτῷ παραβάντι τὰ συγκείμενα καὶ μεταβαλλομένῳ πρὸς τἀναντία, τὸν μὲν αὐτόθι καταλείπει μικρὰ τῶν φροντίδων καὶ τοῦ δέους ἐπικουφίσας, αὐτὸς δὲ πρὸς αὑτὸν ἐπανέρχεται. οἱ δὲ Ζιφηνοὶ χαριζόμενοι τῷ Σαούλῳ μηνύουσιν αὐτῷ παρʼ αὐτοῖς διατρίβειν τὸν Δαυίδην καὶ παραδώσειν ἔφασαν ἐπʼ αὐτὸν ἐλθόντι· καταληφθέντων γὰρ τῶν τῆς Ζιφηνῆς στενῶν οὐκ εἶναι φυγεῖν αὐτὸν πρὸς ἄλλους. ὁ δὲ βασιλεὺς ἐπῄνεσεν αὐτοὺς χάριν ἔχειν ὁμολογήσας τὸν ἐχθρὸν αὐτῷ μεμηνυκόσι, καὶ οὐκ εἰς μακρὰν ἀμείψεσθαι τῆς εὐνοίας ὑποσχόμενος αὐτοὺς ἔπεμψε τοὺς ζητήσοντας τὸν Δαυίδην καὶ τὴν ἐρημίαν ἐξερευνήσοντας, αὐτὸς δʼ ἀκολουθήσειν ἀπεκρίνατο. καὶ οἱ μὲν ἐπὶ τὴν θήραν καὶ τὴν σύλληψιν τοῦ Δαυίδου προῆγον τὸν βασιλέα σπουδάζοντες μὴ μόνον αὐτῷ μηνῦσαι τὸν ἐχθρὸν ,ἀλλὰ καὶ τῷ παρασχεῖν αὐτὸν εἰς ἐξουσίαν φανερωτέραν καταστῆσαι· διήμαρτον δὲ τῆς ἀδίκου καὶ πονηρᾶς ἐπιθυμίας, οἳ μηδὲν κινδυνεύειν ἔμελλον ἐκ τοῦ μὴ ταῦτʼ ἐμφανίσαι τῷ Σαούλῳ, διὰ δὲ κολακείαν καὶ κέρδους προσδοκίαν παρὰ τοῦ βασιλέως ἄνδρα θεοφιλῆ καὶ παρὰ δίκην ζητούμενον ἐπὶ θανάτῳ καὶ λανθάνειν δυνάμενον διέβαλλον καὶ παραδώσειν ὑπέσχοντο· γνοὺς γὰρ ὁ Δαυίδης τὴν τῶν Ζιφηνῶν κακοήθειαν καὶ τὴν τοῦ βασιλέως ἔφοδον ἐκλείπει μὲν τὰ στενὰ τῆς ἐκείνων χώρας, φεύγει δὲ ἐπὶ τὴν μεγάλην πέτραν τὴν οὖσαν ἐν τῇ Σίμωνος ἐρήμῳ.