Ancient Greek · ~3 min
278 to 279
Flavius Josephus, Ἰουδαϊκὴ ἀρχαιολογία 278-5-279
Not analysed yet
καίτοι συνεγνωκέναι καλῶς εἶχεν ὑμᾶς οὐ λόγων μόνον δυσκόλων ἀνδρὶ νέῳ καὶ δημαγωγίας ἀπείρῳ, ἀλλʼ εἰ καὶ πρός τι δυσχερὲς ἡ νεότης αὐτὸν καὶ ἡ ἀμαθία τῶν πραττομένων ἐξῆγεν ἔργον, διά τε Σολόμωνα τὸν πατέρα καὶ τὰς εὐεργεσίας τὰς ἐκείνου· παραίτησιν γὰρ εἶναι δεῖ τῆς τῶν ἐγγόνων ἁμαρτίας τὰς τῶν πατέρων εὐποιίας. ὑμεῖς δʼ οὐδὲν τούτων ἐλογίσασθε οὔτε τότʼ οὔτε νῦν, ἀλλʼ ἧκε στρατὸς ἐφʼ ἡμᾶς τοσοῦτος· τίνι καὶ πεπιστευκὼς περὶ τῆς νίκης; ἦ ταῖς χρυσαῖς δαμάλεσι καὶ τοῖς ἐπὶ τῶν ὀρῶν βωμοῖς, ἃ δείγματα τῆς ἀσεβείας ἐστὶν ὑμῶν ἀλλʼ οὐχὶ τῆς θρησκείας; ἢ τὸ πλῆθος ὑμᾶς εὐέλπιδας ἀπεργάζεται τὴν ἡμετέραν στρατιὰν ὑπερβάλλον;