Ancient Greek
Τάδε ἔνεστιν ἐν τῇ δεκάτῃ βίβλῳ τῶν Ἰωσήπου ἱστοριῶν τῆς Ἰουδαϊκῆς ἀρχαιολογίας.
Flavius Josephus, Ἰουδαϊκὴ ἀρχαιολογία 28-2
Not analysed yet
ταῦτα τοῦ προφήτου φήσαντος κατʼ ἐντολὴν τοῦ θεοῦ διὰ τὴν ὑπερβολὴν τῆς νόσου καὶ τὸ παράδοξον τῶν ἀπηγγελμένων ἀπιστῶν σημεῖόν τι καὶ τεράστιον ἠξίου ποιῆσαι τὸν Ἡσαΐαν, ἵνα αὐτῷ πιστεύσῃ λέγοντι ταῦτα ἥκοντι παρὰ τοῦ θεοῦ· τὰ γὰρ παράλογα καὶ μείζω τῆς ἐλπίδος τοῖς ὁμοίοις πιστοῦται πράγμασιν.