Ancient Greek · ~2 min
282 to 283
Flavius Josephus, Ἰουδαϊκὴ ἀρχαιολογία 282-2-283
Not analysed yet
Καὶ Δαυίδης μὲν οὕτως ἐκ παραλόγου τὸν κίνδυνον διαφυγὼν εἰς τὰ στενὰ τῆς Ἐνγεδηνῆς ἀφικνεῖται· Σαούλῳ δὲ ἐκβαλόντι τοὺς Παλαιστίνους ἧκον ἀπαγγέλλοντές τινες τὸν Δαυίδην ἐν τοῖς Ἐγγεδηνῆς διατρίβειν ὅροις. λαβὼν δὲ τρισχιλίους ἐπιλέκτους ὁπλίτας ἐπʼ αὐτὸν ἠπείγετο, καὶ γενόμενος οὐ πόρρω τῶν τόπων ὁρᾷ παρὰ τὴν ὁδὸν σπήλαιον βαθὺ καὶ κοῖλον εἰς πολὺ καὶ μῆκος ἀνεῳγὸς καὶ πλάτος, ἔνθα συνέβαινε τὸν Δαυίδην μετὰ τῶν τετρακοσίων κεκρύφθαι· ἐπειγόμενος οὖν ὑπὸ τῶν κατὰ φύσιν εἴσεισιν εἰς αὐτὸ μόνος θεαθεὶς ὑπό τινος τῶν μετὰ Δαυίδου·