Ancient Greek · ~7 min
291 to 296
Flavius Josephus, Ἰουδαϊκὴ ἀρχαιολογία 291-296
Not analysed yet
σύ. καὶ νῦν δεῦρο ἥκω ἀσπασόμενός τε ὑμᾶς καὶ τὴν προϋπάρχουσαν ἡμῖν συγγένειαν ἀνανεωσόμενος. ἡ δὲ ὑπὸ μνήμης, ὁποῖα φιλεῖ συντυγχάνειν τοῖς νέοις, προπεπυσμένη παρὰ τοῦ πατρὸς τὰ περὶ τῆς Ῥεβέκκας καὶ τοὺς γονεῖς εἰδυῖα ποθοῦντας αὐτῆς τὸ ὄνομα ὑπὸ τῆς περὶ τὸν πατέρα εὐνοίας ἔνδακρυς γενομένη περιβάλλει τὸν Ἰάκωβον, καὶ κατασπασαμένη τὴν εὐκταιοτάτην καὶ μεγίστην ἡδονὴν αὐτὸν κομίσαι τῷ πατρὶ καὶ τοῖς ἐπὶ τῆς οἰκίας ἅπασιν ἔλεγεν ἐπὶ τῇ μνήμῃ τῆς μητρὸς αὐτοῦ κειμένῳ καὶ πρὸς μόνῃ ταύτῃ τυγχάνοντι· φανεῖσθαι δʼ αὐτῷ παντὸς ἀντάξιον ἀγαθοῦ. χωρεῖν τε ἐκέλευεν ἤδη πρὸς τὸν πατέρα καὶ ἕπεσθαι πρὸς αὐτὸν ἡγουμένῃ καὶ τῆς ἡδονῆς μὴ ἀφαιρεῖσθαι τὸ πλέον αὐτὸν βραδύνοντα. Ταῦτʼ εἰποῦσα παρῆγεν αὐτὸν πρὸς τὸν Λάβανον, καὶ γνωρισθεὶς ὑπὸ τοῦ μήτρωος αὐτός τε ἀδεὴς ἦν ἐν φίλοις γενόμενος κἀκείνοις πολλὴν ἡδονὴν παρεῖχεν ἀδοκήτως ἐπιφανείς. μετὰ δὲ οὐ πολλὰς ἡμέρας ὁ Λάβανος χαίρειν μὲν ἐπʼ αὐτῷ παρόντι μειζόνως ἢ ὡς τῷ λόγῳ δηλώσειεν ἔλεγε, τὴν δʼ αἰτίαν διʼ ἣν ἀφῖκται μητέρα τε καὶ πατέρα πρεσβύτας καταλιπὼν καὶ θεραπείας τῆς παρʼ αὐτοῦ δεομένους ἀνεπυνθάνετο· παρέξειν γὰρ αὐτῷ καὶ πρὸς ἅπασαν ἐπαμύνειν χρείαν. Ἰάκωβος δὲ πᾶσαν αὐτῷ τὴν αἰτίαν διηγεῖτο λέγων Ἰσάκῳ γενέσθαι παῖδας διδύμους αὐτόν τε καὶ Ἡσαῦν, ὃν ἐπεὶ τῶν τοῦ πατρὸς εὐχῶν διήμαρτε σοφίᾳ τῆς μητρὸς εἰς αὐτὸν γενομένων, ἀποκτεῖναι ζητεῖν αὐτὸν ὡς ἀφῃρημένον τῆς παρὰ τοῦ θεοῦ βασιλείας καὶ ἀγαθῶν ὧν ὁ πατὴρ ηὔξατο. ταύτην τε εἶναι τὴν αἰτίαν τῆς ἐνθάδε παρουσίας κατὰ τὴν τῆς μητρὸς ἐντολήν· πᾶσί τε γὰρ ἡμῖν ἀδελφοὶ τυγχάνουσι καὶ πλέον τοῦ κατʼ ἐκείνους συγγενοῦς ἡ μήτηρ προσλαμβάνει. ἔρυμα δὲ τῆς ἐμῆς, φησίν, ἀποδημίας σέ τε καὶ τὸν θεὸν ποιούμενος θαρρῶ τοῖς παροῦσι.