Ancient Greek · ~7 min
291 to 297
Flavius Josephus, Ἰουδαϊκὴ ἀρχαιολογία 291-3-297
Not analysed yet
Εὗρε δὲ καὶ βυκάνης τρόπον ἐξ ἀργύρου ποιησάμενος, ἔστι δὲ τοιαύτη· μῆκος μὲν ἔχει πηχυαῖον ὀλίγῳ λεῖπον, στενὴ δʼ ἐστὶ σύριγξ αὐλοῦ βραχεῖ παχυτέρα, παρέχουσα δὲ εὖρος ἀρκοῦν ἐπὶ τῷ στόματι πρὸς ὑποδοχὴν πνεύματος εἰς κώδωνα ταῖς σάλπιγξι παραπλησίως τελοῦντα· ἀσώσρα καλεῖται κατὰ τὴν Ἑβραίων γλῶσσαν. γίνονται δὲ δύο, καὶ τῇ μὲν ἑτέρᾳ πρὸς παρακέλευσιν καὶ συλλογὴν ἐχρῶντο τοῦ πλήθους εἰς τὰς ἐκκλησίας· καὶ μιᾷ μὲν ἀποσημάναντος ἔδει τὰς ἀρχὰς συνελθεῖν σκεψομένας περὶ τῶν οἰκείων, ἀμφοτέραις δὲ συνῆγε τὸ πλῆθος. τῆς δὲ σκηνῆς μετακινουμένης ταῦτα ἐγίνετο· ἀποσημήναντος γὰρ τὸ πρῶτον οἱ παρὰ ταῖς ἀνατολαῖς ἐσκηνωκότες ἀνίσταντο, καὶ πρὸς τὴν δευτέραν οἱ πρὸς τὸν νότον αὖθις καθεστῶτες. εἶθʼ ἡ σκηνὴ λυομένη μέση τῶν προϊουσῶν ἓξ φυλῶν ἐκομίζετο καὶ τῶν ἑπομένων ἕξ, Λευῖται δὲ περὶ τὴν σκηνὴν πάντες ἦσαν. τρίτον δὲ σημήναντος τὸ κατὰ λίβα τετραμμένον τῶν ἐσκηνωκότων μέρος ἐκινεῖτο, καὶ τέταρτον τὸ κατὰ βορρᾶν. ταῖς δὲ βυκάναις ἐχρῶντο καὶ ἐπὶ ταῖς ἱερουργίαις προσάγοντες τὰς θυσίας καὶ τοῖς σαββάτοις καὶ ταῖς λοιπαῖς ἡμέραις. θύει δὲ τότε πρῶτον μετὰ τὴν ἀναχώρησιν τὴν ἐξ Αἰγύπτου τὴν πάσχα λεγομένην ἐπὶ τῆς ἐρήμου. Καὶ βραχὺ διαλιπὼν ἀπανίσταται τοῦ Σιναίου ὄρους καὶ τόπους τινὰς ἀμείψας, περὶ ὧν δηλώσομεν, εἴς τι χωρίον Ἐσερμὼθ λεγόμενον παρῆν, κἀκεῖ τὸ πλῆθος πάλιν στασιάζειν ἄρχεται, καὶ τὸν Μωυσῆν αἰτιᾶσθαι τῶν τε κατὰ τὴν ἀποδημίαν αὐτῷ πεπειραμένων, καὶ ὅτι γῆς ἀγαθῆς αὐτοὺς πείσαντος ἀπαναστῆναι τὴν μὲν ἀπολέσειαν, ἀντὶ δὲ ἧς ὑπέσχετο παρέξειν εὐδαιμονίας ἐν ταύταις ἀλῶνται ταῖς ταλαιπωρίαις, ὕδατος μὲν σπανίζοντες, εἰ δὲ καὶ τὴν μάνναν ἐπιλιπεῖν συμβαίη τέλεον ἀπολούμενοι. πολλὰ δὲ εἰς τὸν ἄνδρα καὶ δεινὰ λεγόντων, εἷς δέ τις αὐτοῖς παρῄνει, μήτε Μωυσέος καὶ τῶν πεπονημένων αὐτῷ περὶ τῆς κοινῆς σωτηρίας ἀμνημονεῖν μήτʼ ἀπογινώσκειν τῆς τοῦ θεοῦ βοηθείας. τὸ δὲ πλῆθος πρὸς τοῦτο μᾶλλον ἐκινήθη καὶ θορυβῆσαν ἔτι μᾶλλον πρὸς τὸν Μωυσῆν ἐπετείνετο.