Ancient Greek
292 to 294
Flavius Josephus, Ἰουδαϊκὴ ἀρχαιολογία 292-2-294
Not analysed yet
Ἀποθνήσκει δὲ κατὰ τοῦτον τὸν καιρὸν καὶ Σαμουῆλος ὁ προφήτης, ἀνὴρ οὐ τῆς τυχούσης ἀπολαύων παρὰ τοῖς Ἑβραίοις τιμῆς· ἐνεφάνισε γὰρ τὴν ἀρετὴν αὐτοῦ καὶ τὴν τοῦ πλήθους πρὸς αὐτὸν εὔνοιαν τὸ πένθος, ὃ ἐπὶ πολὺν χρόνον ὁ λαὸς ἤγετο, καὶ ἡ περὶ τὴν ταφὴν αὐτοῦ καὶ τὴν τῶν νομιζομένων ἀναπλήρωσιν φιλοτιμία τε καὶ σπουδή. θάπτουσι γὰρ αὐτὸν ἐν τῇ πατρίδι Ἀρμεθᾶ καὶ ἐπὶ πολλὰς πάνυ ἡμέρας ἔκλαυσαν, οὐ κοινὸν τοῦτο πάσχοντες ὡς ἐπʼ ἀλλοτρίου τελευτῇ, ὡς οἰκεῖον δʼ ἕκαστος ἴδιον ποθῶν. ἐγένετο δʼ ἀνὴρ δίκαιος καὶ χρηστὸς τὴν φύσιν καὶ διὰ τοῦτο μάλιστα φίλος τῷ θεῷ. ἦρξε δὲ καὶ προέστη τοῦ λαοῦ μετὰ τὴν Ἠλεὶ τοῦ ἀρχιερέως τελευτὴν μόνος μὲν ἔτη δώδεκα, μετὰ δὲ Σαούλου τοῦ βασιλέως δέκα πρὸς τοῖς ὀκτώ. καὶ τὰ μὲν περὶ Σαμουῆλον οὕτω πέρας ἔσχεν.