Ancient Greek
292 to 298
Flavius Josephus, Ἰουδαϊκὴ ἀρχαιολογία 292-3-298
Not analysed yet
πείθει τὴν κεφαλὴν ἀποτεμόντας τοῦ Σαβαίου ῥῖψαι ταύτην εἰς τὸ τοῦ Ἰωάβου στράτευμα. τούτου γενομένου σημήνας ἀνακλητικὸν ὁ τοῦ βασιλέως στρατηγὸς ἔλυσε τὴν πολιορκίαν καὶ παραγενόμενος εἰς Ἱεροσόλυμα παντὸς ἀποδείκνυται πάλιν τοῦ λαοῦ στρατηγός. καθίστησι δὲ καὶ Βαναῖον ὁ βασιλεὺς ἐπὶ τῶν σωματοφυλάκων καὶ τῶν ἑξακοσίων, Ἀδώραμον δʼ ἐποίησεν ἐπὶ τῶν φόρων καὶ Ἰωσάφατον υἱὸν Ἀχίλου ἐπὶ τῶν ὑπομνημάτων, Σουσὰν δὲ γραμματέα, Σάδωκον δὲ καὶ Ἀβιάθαρον ἀπέφηνεν ἱερεῖς. Μετὰ δὲ ταῦτα τῆς χώρας λιμῷ φθειρομένης ἱκέτευε Δαυίδης τὸν θεὸν ἐλεῆσαι τὸν λαὸν καὶ τὴν αἰτίαν αὐτῷ καὶ τὴν ἴασιν φανερὰν ποιῆσαι τῆς νόσου. τῶν δὲ προφητῶν εἰπόντων βούλεσθαι τὸν θεὸν ἐκδικίας τυχεῖν τοὺς Γαβαωνίτας, οὓς Σαοῦλος ὁ βασιλεὺς ἀποκτείνας ἠσέβησεν ἐξαπατήσας καὶ τοὺς ὅρκους αὐτοῖς, οὓς ὁ στρατηγὸς Ἰησοῦς ὤμοσε καὶ ἡ γερουσία, μὴ φυλάξας· ἐὰν τοίνυν δίκην ἣν αὐτοὶ θέλουσιν οἱ Γαβαωνῖται λαβεῖν ὑπὲρ τῶν ἀνῃρημένων ταύτην αὐτοῖς παράσχῃ, διαλλαγήσεσθαι καὶ τὸν ὄχλον ἀπαλλάξειν τῶν κακῶν ἐπηγγέλλετο. ὡς οὖν ταῦτα παρὰ τῶν προφητῶν ἔμαθεν ἐπιζητεῖν τὸν θεόν, μεταπέμπεται τοὺς Γαβαωνίτας καὶ τίνος βούλονται τυχεῖν ἐπηρώτα. τῶν δʼ ἐκ τοῦ γένους τοῦ Σαούλου παραλαβεῖν ἑπτὰ παῖδας ἀξιωσάντων πρὸς τιμωρίαν, ὁ βασιλεὺς ἀναζητήσας παρέδωκεν αὐτοῖς Ἰεβόσθου φεισάμενος τοῦ Ἰωνάθου παιδός. παραλαβόντες δʼ οἱ Γαβαωνῖται τοὺς ἄνδρας ὡς ἐβούλοντο ἐκόλασαν. ἤρξατο δʼ ὕειν παραχρῆμα ὁ θεὸς καὶ τὴν γῆν πρὸς γονὴν καρπῶν ἀνακαλεῖν ἀπολύσας τοῦ πρότερον αὐχμοῦ· καὶ πάλιν εὐθήνησεν ἡ τῶν Ἑβραίων χώρα. Στρατεύεται δὲ μετʼ οὐ πολὺν χρόνον ὁ βασιλεὺς ἐπὶ Παλαιστίνους, καὶ συνάψας μάχην αὐτοῖς καὶ τρεψάμενος ἐμονώθη διώκων καὶ γενόμενος ἔκλυτος ὤφθη ὑπό τινος τῶν πολεμίων Ἄκμονος μὲν τοὔνομα Ἀράφου δὲ παιδός·