Ancient Greek · ~6 min
293 to 297
Flavius Josephus, Ἰουδαϊκὴ ἀρχαιολογία 293-2-297
Not analysed yet
ἐπεὶ δὲ ἀνάγκη τὸ ἀνθρώπειον καὶ εἰς ἀβουλήτους ἢ κατὰ προαίρεσιν ταραχὰς καὶ κινδύνους ἐμπεσεῖν, φέρε καὶ περὶ τούτων βραχέα προσδιατάξωμεν, ὡς ἂν προειδότες ἃ χρὴ ποιεῖν ἐν τῇ χρείᾳ τῶν σωτηρίων εὐπορῆτε καὶ μὴ τότε ἃ δεῖ ποιεῖν ἐπιζητοῦντες ἀπαρασκεύαστοι τοῖς καιροῖς περιπέσητε. Γῆν ὑμῖν ἣν ὁ θεὸς ἔδωκε πόνων καταφρονοῦσι καὶ ψυχὰς πρὸς ἀρετὴν ἠσκημένοις ἀπόλεμον μὲν νέμεσθαι παράσχοι τε κεκτημένοις αὐτὴν μήτε ἀλλοτρίων εἰς αὐτὴν ἐπὶ κακώσει στρατευσάντων μήτε στάσεως ἐμφυλίου κατασχούσης ὑμᾶς, ὑφʼ ἧς τἀναντία πατράσι τοῖς ἑαυτῶν πράττοντες ἀπολεῖτε τὰ ἐκείνοις νομισθέντα, χρώμενοί τε νόμοις οὓς ἀγαθοὺς δοκιμάσας ὁ θεὸς παραδίδωσι διατελοίητε· ἔργον δʼ ὅτι ἂν πολεμικὸν ἢ νῦν ὑφʼ ὑμῶν ἢ ὕστερον ἐπὶ παίδων ὑμετέρων γένηται τοῦθʼ ὑπερόριον πραχθείη. μέλλοντας δὲ πολεμεῖν πρεσβείαν καὶ κήρυκας πέμπειν παρὰ τοὺς ἑκουσίως πολεμίους· πρὸ γὰρ τῶν ὅπλων καλὸν εἶναι χρῆσθαι λόγοις πρὸς αὐτοὺς δηλοῦντας, ὅτι καὶ στρατιὰν πολλὴν ἔχοντες καὶ ἵππους καὶ ὅπλα καὶ πρὸ τούτων εὐμενῆ τὸν θεὸν καὶ σύμμαχον, ὅμως ἀξιοῦτε μὴ ἀναγκάζεσθαι πολεμεῖν αὐτοῖς μηδὲ τὰ ἐκείνων ἀφαιρουμένους ἀβούλητον αὑτοῖς κέρδος προσλαμβάνειν. καὶ πειθομένων μὲν καλῶς ὑμᾶς ἔχειν τὴν εἰρήνην φυλάττειν, εἰ δὲ φρονοῦντες ἐφʼ ἑαυτοῖς ὡς ἰσχύι διαφέρουσιν ἀδικεῖν ἐθέλοιεν, στρατὸν ἐπʼ αὐτοὺς ἀγάγοιτε, στρατηγῷ μὲν αὐτοκράτορι χρώμενοι τῷ θεῷ, ὑποστράτηγον δὲ χειροτονήσαντες ἕνα τὸν ἀρετῇ προύχοντα· πολυαρχία γὰρ πρὸς τῷ τοῖς ὀξέως τι πράττειν ἀνάγκην ἔχουσιν ἐμπόδιον εἶναι καὶ βλάπτειν πέφυκε τοὺς χρωμένους.