Ancient Greek
295 to 296
Flavius Josephus, Ἰουδαϊκὴ ἀρχαιολογία 295-2-296
Not analysed yet
Ἄσανος μὲν οὖν καὶ ἡ παρʼ αὐτῷ στρατιὰ τοιαύτην παρὰ τοῦ θεοῦ νίκην λαβόντες καὶ ὠφέλειαν ἀνέστρεφον εἰς Ἱεροσόλυμα, παραγενομένοις δὲ αὐτοῖς ἀπήντησε κατὰ τὴν ὁδὸν προφήτης Ἀζαρίας ὄνομα. οὗτος ἐπισχεῖν κελεύσας τῆς ὁδοιπορίας ἤρξατο λέγειν πρὸς αὐτούς, ὅτι ταύτης εἶεν τῆς νίκης παρὰ τοῦ θεοῦ τετυχηκότες, ὅτι δικαίους καὶ ὁσίους ἑαυτοὺς παρέσχον καὶ πάντα κατὰ βούλησιν θεοῦ πεποιηκότας. ἐπιμένουσι μὲν οὖν ἔφασκεν ἀεὶ κρατεῖν αὐτοὺς τῶν ἐχθρῶν καὶ τὸ ζῆν μετʼ εὐδαιμονίας παρέξειν τὸν θεόν, ἀπολιποῦσι δὲ τὴν θρησκείαν ἅπαντα τούτων ἐναντία συμβήσεσθαι καὶ γενήσεσθαι χρόνον ἐκεῖνον, ἐν ᾧ μηδεὶς ἀληθὴς εὑρεθήσεται προφήτης ἐν τῷ ὑμετέρῳ ὄχλῳ οὐδὲ ἱερεὺς τὰ δίκαια χρηματίζων,