Ancient Greek · ~1 min
Τάδε ἔνεστιν ἐν τῇ ὀγδόῃ τῶν Ἰωσήπου ἱστοριῶν τῆς Ἰουδαϊκῆς ἀρχαιολογίας.
Flavius Josephus, Ἰουδαϊκὴ ἀρχαιολογία 298-5
Not analysed yet
Καὶ τὰ μὲν Ἀσάνου τοῦ βασιλέως τῶν δύο φυλῶν ἐν τούτοις ὑπῆρχεν. ἐπάνειμι δʼ ἐπὶ τὸ πλῆθος τῶν Ἰσραηλιτῶν καὶ τὸν βασιλέα αὐτῶν Βασάνην τὸν ἀποκτείναντα τὸν Ἱεροβοάμου υἱὸν Νάβαδον καὶ κατασχόντα τὴν ἀρχήν.