Ancient Greek · ~4 min
300 to 304
Flavius Josephus, Ἰουδαϊκὴ ἀρχαιολογία 300-304
Not analysed yet
κρατήσαντες δὲ τῇ μάχῃ τοὺς ἀντιταξαμένους κτείνατε, τοὺς δʼ ἄλλους εἰς τὸ τελεῖν ὑμῖν φόρους σώζετε πλὴν τοῦ Χαναναίων ἔθνους τούτους γὰρ πανοικὶ χρῆναι ἀφανίσαι. Φυλάσσειν δὲ μάλιστα ἐν ταῖς μάχαις, ὡς μήτε γυναῖκα ἀνδρικῇ σκευῇ χρῆσθαι μήτʼ ἄνδρα στολῇ γυναικείᾳ. Πολιτείαν μὲν οὖν τοιάνδε Μωυσῆς κατέλιπε, νόμους δʼ ἔτι πρότερον τεσσαρακοστῷ ἔτει γεγραμμένους παραδίδωσι, περὶ ὧν ἐν ἑτέρᾳ γραφῇ λέξομεν. ταῖς δʼ ἑξῆς ἡμέραις, συνεχὲς γὰρ ἐκκλησίασεν, εὐλογίας αὐτοῖς δίδωσι καὶ κατάρας ἐπὶ τοὺς μὴ κατὰ τοὺς νόμους ζησομένους ἀλλὰ παραβησομένους τὰ ἐν αὐτοῖς διωρισμένα. ἔπειτα ποίησιν ἑξάμετρον αὐτοῖς ἀνέγνω, ἣν καὶ καταλέλοιπεν ἐν βίβλῳ ἐν τῷ ἱερῷ πρόρρησιν περιέχουσαν τῶν ἐσομένων, καθʼ ἣν καὶ γέγονε τὰ πάντα καὶ γίνεται, μηδὲν ἐκείνου διημαρτηκότος τῆς ἀληθείας. ταῦτʼ οὖν τὰ βιβλία παραδίδωσι τοῖς ἱερεῦσι καὶ τὴν κιβωτόν, εἰς ἣν καὶ τοὺς δέκα λόγους γεγραμμένους ἐν δυσὶ πλαξὶ κατέθετο, καὶ τὴν σκηνήν· τῷ τε λαῷ παρῄνεσε κρατήσαντι τῆς γῆς καὶ ἱδρυθέντι μὴ λήθην λαβεῖν τῆς Ἀμαληκιτῶν ὕβρεως, ἀλλὰ στρατεύσαντας ἐπʼ αὐτοὺς τιμωρίαν ἀπολαβεῖν ὧν ἐπὶ τῆς ἐρήμου τυγχάνοντας ἐποίησαν κακῶς,