Ancient Greek · ~6 min
301 to 306
Flavius Josephus, Ἰουδαϊκὴ ἀρχαιολογία 301-306
Not analysed yet
καὶ πρὸς τοῦτο τὸ δεινὸν ὁ τῶν Αἰγυπτίων βασιλεὺς ταραχθεὶς καὶ δείσας ὁμοῦ τὸν ὄλεθρον τοῦ λαοῦ καὶ τὴν αἰσχύνην δὲ τῆς ἀπωλείας λογισάμενος ἐξ ἡμίσους ὑπὸ φαυλότητος ἠναγκάζετο σωφρονεῖν· τοῖς μὲν γὰρ Ἑβραίοις αὐτοῖς ἐδίδου τὴν ἄφοδον, καὶ πρὸς τοῦτο λωφήσαντος τέκνα καὶ γυναῖκας ὅμηρα τῆς ὑποστροφῆς αὐτῶν καταλιπεῖν αὐτοὺς ἠξίου. προσεξαγριαίνει δὴ τὸν θεὸν νομίσας ἀπατήσειν αὐτοῦ τὴν πρόνοιαν, ὥσπερ Μωυσέος ἀλλʼ οὐκ ἐκείνου τιμωροῦντος τὴν Αἴγυπτον ὑπὲρ τῶν Ἑβραίων· θηρίων γὰρ παντοίων καὶ πολυτρόπων, ὧν εἰς ὄψιν οὐδεὶς ἀπηντήκει πρότερον, τὴν χώραν αὐτῶν ἐγέμισεν, ὑφʼ ὧν αὐτοί τε ἀπώλλυντο καὶ ἡ γῆ τῆς ἐπιμελείας τῆς παρὰ τῶν γεωργῶν ἀπεστερεῖτο, εἰ δέ τι καὶ διέφυγε τὴν ὑπʼ ἐκείνοις ἀπώλειαν, νόσῳ τοῦτο καὶ τῶν ἀνθρώπων ὑπομενόντων ἐδαπανᾶτο. Τοῦ δὲ Φαραώθου μηδʼ οὕτως εἴκοντος τοῖς τοῦ θεοῦ βουλήμασιν, ἀλλὰ τὰς μὲν γυναῖκας συναπαίρειν τοῖς ἀνδράσιν ἀξιοῦντος καταλείπεσθαι δὲ τοὺς παῖδας, οὐκ ἠπόρει τὸ θεῖον τὴν πονηρίαν αὐτοῦ ποικίλοις κακοῖς καὶ μείζοσι τῶν προενδεδημηκότων μετερχόμενον βασανίσαι· ἀλλὰ γὰρ δεινῶς αὐτοῖς ἐξηλκοῦτο τὰ σώματα τῶν ἐντὸς διαφθειρομένων, καὶ τὸ πολὺ τῶν Αἰγυπτίων οὕτως ἀπώλλυτο. μηδʼ ὑπὸ ταύτης δὲ τῆς πληγῆς σωφρονιζομένου τοῦ βασιλέως χάλαζα μήτε πρότερον τοῦ κατʼ Αἴγυπτον ἀέρος τοῦτο πεπονθότος μήθʼ ὁμοία τῇ παρʼ ἄλλοις ὥρᾳ χειμῶνος κατιούσῃ, μείζων δὲ τῆς παρὰ τοῖς τὰ βόρεια καὶ τὴν ἄρκτον νεμομένοις, ἔαρος ἀκμάζοντος κατενεχθεῖσα τοὺς καρποὺς αὐτῶν κατέκλασεν. ἔπειτα φῦλον ἀκρίδων ἐπινέμεται τὴν ὑπὸ τῆς χαλάζης μὴ καταβλαβεῖσαν σποράν, ὥστε πρὸς ἀκριβὲς πάσας τοῖς Αἰγυπτίοις τὰς ἀπὸ τῆς γῆς τῶν καρπῶν ἐλπίδας διολέσαι.