Ancient Greek
Τάδε ἔνεστιν ἐν τῇ πρώτῃ τῶν Ἰωσήπου ἱστοριῶν τῆς Ἰουδαϊκῆς ἀρχαιολογίας.
Flavius Josephus, Ἰουδαϊκὴ ἀρχαιολογία 302
Not analysed yet
ὁ δὲ συγγνώμην ᾐτεῖτο τῆς ἀνάγκης, ὑφʼ ἧς ταῦτα πράξειεν· οὐ γὰρ κατὰ κακουργίαν αὐτῷ τὴν Λείαν παρασχεῖν, ἀλλʼ ὑφʼ ἑτέρου μείζονος νενικημένον. τοῦτο μέντοι γʼ οὐδὲν ἐμποδίζειν πρὸς τὸν Ῥαχήλας γάμον, ἀλλʼ ἐρῶντι δώσειν ταύτην μετʼ ἄλλην ἑπταετίαν. πείθεται δʼ ὁ Ἰάκωβος, οὐδὲν γὰρ ἕτερον αὐτῷ ποιεῖν ὁ τῆς κόρης ἔρως ἐπέτρεπε, καὶ διελθούσης ἄλλης ἑπταετίας τὴν Ῥαχήλαν παρέλαβεν.