Ancient Greek · ~4 min
306 to 309
Flavius Josephus, Ἰουδαϊκὴ ἀρχαιολογία 306-309
Not analysed yet
καὶ πρώτους μὲν τοὺς ἐπὶ τῷ Γρίζειν γενομένους εὔχεσθαι τὰ κάλλιστα τοῖς περὶ τὴν θρησκείαν τοῦ θεοῦ καὶ τὴν τῶν νόμων φυλακὴν σπουδάσασιν ὧν τε Μωυσῆς εἶπε μὴ παρακουσαμένοις, εὐφημεῖν δὲ τὰς ἑτέρας, καὶ τούτων πάλιν εὐχομένων τὰς προηγμένας ἐπαινεῖν· ἔπειτα κατὰ ταὐτὰ τοῖς παραβησομένοις κατάρας τίθεσθαι ὑποφωνούσας ἀλλήλαις ἐπὶ τῇ κυρώσει τῶν λεγομένων. ἀνέγραψε δὲ τὰς εὐλογίας καὶ τὰς κατάρας αὐτός, ὡς μηδέποτε ἐκλιπεῖν τὴν μάθησιν αὐτῶν ὑπὸ τοῦ χρόνου, ἃς δὴ καὶ τῷ βωμῷ τελευτῶν ἐνέγραψε κατὰ πλευρὰν ἑκατέραν, ᾗ καὶ στάντα φησὶ τὸν λαὸν θῦσαί τε καὶ ὁλοκαυτῶσαι καὶ μετʼ ἐκείνην τὴν ἡμέραν οὐκ ἐπενεγκεῖν ἱερεῖον ἕτερον, οὐ γὰρ εἶναι νόμιμον. ταῦτʼ οὖν Μωυσῆς διέταξε καὶ τὸ Ἑβραίων ἔθνος ἀκόλουθα τούτοις ποιοῦν διατελεῖ. Τῇ δʼ ὑστεραίᾳ τὸν λαὸν σὺν γυναιξὶν ἅμα καὶ τέκνοις εἰς ἐκκλησίαν συναγαγών, ὡς παρεῖναι καὶ τὰ ἀνδράποδα, ὥρκου τῶν νόμων αὐτοὺς φυλακὴν ποιήσασθαι καὶ τῆς τοῦ θεοῦ διανοίας ἀκριβεῖς λογιστὰς γινομένους εἰ μηδὲν εἰς αὐτοὺς μήτε συγγενείᾳ χαριζομένους μήτε εἴκοντας φόβῳ μήτε ἄλλην καθάπαξ αἰτίαν κυριωτέραν τῆς τῶν νόμων φυλακῆς ὑπολαμβάνοντας παραβῆναι τούτους,