Ancient Greek · ~5 min
309 to 313
Flavius Josephus, Ἰουδαϊκὴ ἀρχαιολογία 309-313
Not analysed yet
Τοῦτον ἅπαντα τὸν χρόνον, ἔτη δʼ ἐστὶν εἴκοσιν, ἐποίμαινε τῷ πενθερῷ· μετὰ τὸν δʼ ἠξίου τὰς γυναῖκας ἀναλαβὼν ἀπαλλάττεσθαι πρὸς αὑτόν· τοῦ δὲ πενθεροῦ μὴ συγχωροῦντος κρύφα τοῦτο ποιεῖν ἐπενόει. τῶν γυναικῶν οὖν ἀπεπειρᾶτο, πῶς ἔχοιεν πρὸς τὴν ἀποδημίαν, τῶν δʼ ἐχουσῶν ἡδέως Ῥαχήλα καὶ τοὺς τύπους τῶν θεῶν, οὓς σέβειν πατρίους ὄντας νόμιμον ἦν, συνανελομένη συναπεδίδρασκε μετὰ τῆς ἀδελφῆς οἵ τε ἑκατέρων παῖδες καὶ αἱ θεραπαινίδες σὺν τοῖς υἱοῖς εἴ τέ τις ἦν κτῆσις αὐταῖς. ἐπήγετο δὲ Ἰάκωβος καὶ τῶν βοσκημάτων τὴν ἡμίσειαν Λαβάνου μὴ προεγνωκότος. τοὺς δὲ τύπους ἐπεφέρετο τῶν θεῶν ἡ Ῥαχήλα καταφρονεῖν μὲν τῆς τοιαύτης τιμῆς τῶν θεῶν διδάξαντος αὐτὴν Ἰακώβου, ἵνα δʼ εἰ καταληφθεῖεν ὑπὸ τοῦ πατρὸς αὐτῆς διωχθέντες ἔχοι τούτοις προσφυγοῦσα συγγνώμης τυγχάνειν. Λάβανος δὲ μεθʼ ἡμέραν πρώτην γνοὺς τήν τε Ἰακώβου ἀναχώρησιν καὶ τῶν θυγατέρων δεινοπαθῶν ἤλαυνεν ἐπʼ αὐτὸν μετὰ δυνάμεως ἐπειγόμενος, καὶ καθʼ ἑβδόμην ἡμέραν ἐπί τινος λόφου λαμβάνει προκαθιδρυμένους. καὶ τότε μέν, ἑσπέρα γὰρ ἦν, ἡσύχαζεν· ὄναρ δὲ ὁ θεὸς ἐπιστὰς αὐτῷ παρῄνεσε λαβόντι τὸν γαμβρὸν καὶ τὰς θυγατέρας ἠρεμεῖν καὶ μηδὲν εἰς αὐτοὺς ὑπὸ θυμοῦ τολμᾶν, σπονδὰς δὲ ποιεῖσθαι πρὸς Ἰάκωβον, αὐτὸς λέγων ἐκείνῳ συμμαχήσειν, εἰ καταφρονήσας αὐτοῦ τῆς ὀλιγότητος χωρήσειεν αὐτῷ διὰ μάχης.