Ancient Greek · ~3 min
31 to 33
Flavius Josephus, Ἰουδαϊκὴ ἀρχαιολογία 31-2-33
Not analysed yet
Ὁ δὲ προφήτης Σαμουῆλος διακοσμήσας τὸν λαὸν καὶ πόλιν αὐτοῖς ἀποδοὺς εἰς ταύτην ἐκέλευσε συνερχομένοις περὶ τῶν πρὸς ἀλλήλους κρίνεσθαι διαφορῶν, αὐτὸς δὲ διʼ ἔτους ἐπερχόμενος τὰς πόλεις ἐδίκαζεν αὐτοῖς καὶ πολλὴν ἐβράβευεν εὐνομίαν ἐπὶ χρόνον πολύν. ἔπειθʼ ὑπὸ γήρως βαρυνόμενος καὶ τὰ συνήθη πράττειν ἐμποδιζόμενος τοῖς υἱοῖς τὴν ἀρχὴν καὶ τὴν προστασίαν τοῦ ἔθνους παραδίδωσιν, ὧν ὁ μὲν πρεσβύτερος Ἰοῦλος προσηγορεύετο, τῷ δὲ νεωτέρῳ Ἐβίᾳ ὄνομα ἦν. προσέταξε δὲ τὸν μὲν ἐν Βεθήλῳ πόλει καθεζόμενον κρίνειν, τὸν δʼ ἕτερον ἐν Βερσουβεὶ μερίσας τὸν ὑπακουσόμενον ἑκατέρῳ λαόν. ἐγένοντο δὲ σαφὲς οὗτοι παράδειγμα καὶ τεκμήριον τοῦ μὴ τὸν τρόπον ὁμοίους τοῖς φύσασι γίνεσθαί τινας, ἀλλὰ τάχα μὲν χρηστοὺς καὶ μετρίους ἐκ πονηρῶν, τότε μέν γε φαύλους ἐξ ἀγαθῶν παρέσχον αὑτοὺς γενομένους·