Ancient Greek · ~4 min
311 to 314
Flavius Josephus, Ἰουδαϊκὴ ἀρχαιολογία 311-314
Not analysed yet
Μωυσῆς δὲ θαρρήσας πάρεισιν εἰς τὸ πλῆθος καὶ τὸν θεὸν ἐδήλου κινηθέντα ὑπὸ τῆς ὕβρεως αὑτῷ λήψεσθαι τιμωρίαν, οὐκ ἀξίαν μὲν τῶν ἁμαρτημάτων, οἵαν δὲ οἱ πατέρες ἐπὶ νουθεσίᾳ τοῖς τέκνοις ἐπιφέρουσι. παρελθόντι γὰρ εἰς τὴν σκηνὴν αὐτῷ καὶ περὶ τῆς μελλούσης ὑπʼ αὐτῶν ἀπωλείας ἀποκλαιομένῳ τὸν θεὸν ὑπομνῆσαι μέν, ὅσα παθόντες ἐξ αὐτοῦ καὶ πηλίκων εὐεργεσιῶν μεταλαβόντες ἀχάριστοι πρὸς αὐτὸν γένοιντο, ὅτι τε τῇ νῦν τῶν κατασκόπων ὑπαχθέντες δειλίᾳ τοὺς ἐκείνων λόγους ἀληθεστέρους τῆς ὑποσχέσεως ἡγήσαντο τῆς αὐτοῦ. καὶ διὰ ταύτην τὴν αἰτίαν οὐκ ἀπολεῖ μὲν ἅπαντας οὐδʼ ἐξαφανίσει τὸ γένος αὐτῶν, ὃ πάντων μᾶλλον ἀνθρώπων ἔσχε διὰ τιμῆς, τὴν μέντοι Χαναναίαν οὐ παρέξειν γῆν αὐτοῖς λαβεῖν οὐδὲ τὴν ἀπʼ αὐτῆς εὐδαιμονίαν, ἀνεστίους δὲ ποιήσειν καὶ ἀπόλιδας ἐπὶ τῆς ἐρημίας ἐπʼ ἔτη τεσσαράκοντα καταβιῶναι τῆς παρανομίας ποινὴν ταύτην ἐκτίνοντας· παισὶ μέντοι τοῖς ὑμετέροις παραδώσειν τὴν γῆν ὑπέσχετο κἀκείνους τῶν ἀγαθῶν, ὧν ἑαυτοῖς ὑπὸ ἀκρασίας ἐφθονήσατε μετασχεῖν, ποιήσειν δεσπότας.