Ancient Greek · ~2 min
313 to 314
Flavius Josephus, Ἰουδαϊκὴ ἀρχαιολογία 313-2-314
Not analysed yet
σύμβολον δὲ τοῦ κτεῖναι δυνηθεὶς ἀποσχέσθαι λαβὼν αὐτοῦ τὸ δόρυ καὶ τὸν φακὸν τοῦ ὕδατος, ὃς ἦν παρʼ αὐτῷ κείμενος τῷ Σαούλῳ, μηδενὸς αἰσθομένου τῶν ἐν τῷ στρατοπέδῳ πάντων δὲ κατακοιμωμένων ἐξῆλθεν, ἀδεῶς πάντʼ ἐργασάμενος, ὅσα καὶ τοῦ καιροῦ δόντος αὐτῷ καὶ τῆς τόλμης διέθηκε τοὺς τοῦ βασιλέως. διαβὰς δὲ τὸν χείμαρρον καὶ ἐπὶ τὴν κορυφὴν ἀνελθὼν τοῦ ὄρους, ὅθεν ἔμελλεν ἐξάκουστος εἶναι, ἐμβοήσας τοῖς στρατιώταις τοῦ Σαούλου καὶ τῷ στρατηγῷ Ἀβενήρῳ διανίστησιν αὐτὸν ἀπὸ τοῦ ὕπνου τοῦτόν τε ἐφώνει καὶ τὸν λαόν. ἐπακούσαντος δὲ τοῦ στρατηγοῦ καὶ τίς ὁ καλέσας αὐτόν ἐστιν ἐρομένου Δαυίδης εἶπεν·