Ancient Greek · ~3 min
315 to 317
Flavius Josephus, Ἰουδαϊκὴ ἀρχαιολογία 315-317
Not analysed yet
σὺ δὲ οὔτε τῆς μητρὸς τῆς σαυτοῦ καὶ ἧς ἔχεις πρὸς ἐμὲ συγγενείας οὔτε γυναικῶν ἃς ἔγημας αἰδῶ ποιησάμενος, οὐδὲ τέκνων ὧν εἰμι πάππος φροντίσας, ἐχρήσω μοι πολέμου νόμῳ, κτῆσιν μὲν ἄγων τὴν ἐμὴν θυγατέρας δὲ ἀναπείσας ἀποδρᾶναι τὸν γεγεννηκότα, ἱερά τε πάτρια βαστάσας οἴχῃ φερόμενος ὑπό τε τῶν ἐμῶν τιμηθέντα προγόνων καὶ ὑπʼ ἐμοῦ θρησκείας τῆς αὐτῆς ἐκείνοις ἀξιωθέντα· καὶ ταῦτα ἃ μηδὲ οἱ πολεμήσαντες τοὺς ἐχθροὺς ἔδρασαν ὁ συγγενὴς σὺ καὶ τῆς μὲν ἀδελφῆς τῆς ἐμῆς υἱός, θυγατέρων δὲ τῶν ἐμῶν ἀνήρ, ξένος δὲ καὶ ἐφέστιος τῆς ἐμῆς οἰκίας γεγενημένος ἔδρασας. ταῦτα εἰπόντος Λαβάνου Ἰάκωβος ἀπελογεῖτο μὴ μόνῳ πατρίδος ἔρωτα τὸν θεόν, ἀλλὰ καὶ πᾶσιν ἐμφῦσαι, καὶ μετὰ τοσοῦτον χρόνον καλῶς ἔχειν αὐτὸν κατελθεῖν εἰς ταύτην.