Ancient Greek · ~7 min
316 to 321
Flavius Josephus, Ἰουδαϊκὴ ἀρχαιολογία 316-2-321
Not analysed yet
ὅτι λαβὼν αὐτὸν ἔκδοτον ὑπὸ τοῦ ὕπνου καὶ τῆς τῶν φυλασσόντων ἀμελείας οὐκ ἀπέκτεινεν, ἀλλʼ ἐφείσατο δικαίως ἂν αὐτὸν ἀνελών, χάριν ἔχειν αὐτῷ τῆς σωτηρίας ἔλεγε καὶ παρεκάλει θαρροῦντα καὶ μηδὲν ἔτι πείσεσθαι δεινὸν ἐξ αὐτοῦ φοβούμενον ἀναχωρεῖν ἐπὶ τὰ οἰκεῖα· πεπεῖσθαι γάρ, ὅτι μηδʼ αὐτὸν οὕτως ἀγαπήσειεν, ὡς ὑπʼ ἐκείνου στέργεται· ὃς τὸν μὲν φυλάττειν αὐτὸν δυνάμενον καὶ πολλὰ δείγματα τῆς εὐνοίας παρεσχημένον ἐλαύνοι καὶ τοσοῦτον ἐν φυγῇ χρόνον καὶ ταῖς περὶ τὴν ψυχὴν ἀγωνίαις ἠνάγκασε ζῆσαι φίλων καὶ συγγενῶν ἔρημον· αὐτὸς δʼ οὐ παύεται ὑπʼ αὐτοῦ σωζόμενος, φανερῶς ἀπολλυμένην λαμβάνων. ὁ δὲ Δαυίδης πέμψαντα ἀπολαβεῖν ἐκέλευσε τὸ δόρυ καὶ τὸν φακὸν τοῦ ὕδατος ἐπειπών, ὁ θεὸς ἑκατέρῳ τῆς ἰδίας φύσεως καὶ τῶν κατʼ αὐτὴν πεπραγμένων ἔσται δικαστής, ὃς ὅτι καὶ κατὰ τὴν παροῦσαν ἡμέραν ἀποκτεῖναί σε δυνηθεὶς ἀπεσχόμην οἶδε. Καὶ Σαοῦλος μὲν δεύτερον διαφυγὼν τὰς Δαυίδου χεῖρας εἰς τὰ βασίλεια καὶ τὴν οἰκείαν ἀπηλλάσσετο, φοβηθεὶς δὲ Δαυίδης, μὴ μένων αὐτόθι συλληφθῇ ὑπὸ τοῦ Σαούλου, συμφέρειν ἔκρινεν εἰς τὴν Παλαιστίνην ἀναβὰς διατρίβειν ἐν αὐτῇ, καὶ μετὰ τῶν ἑξακοσίων, οἳ περὶ αὐτὸν ἦσαν παραγίνεται πρὸς Ἀγχοῦν τὸν Γίττης βασιλέα· μία δʼ ἦν αὕτη τῶν πέντε πόλεων. δεξαμένου δʼ αὐτὸν τοῦ βασιλέως σὺν τοῖς ἀνδράσι καὶ δόντος οἰκητήριον ἔχων ἅμα καὶ τὰς δύο γυναῖκας Ἀχιμὰν καὶ Ἀβιγαίαν διῆγεν ἐν τῇ Γίττῃ. Σαούλῳ δὲ ταῦτʼ ἀκούσαντι λόγος οὐκέτʼ ἦν πέμπειν ἐπʼ αὐτὸν ἢ βαδίζειν· δὶς γὰρ ἤδη κινδυνεῦσαι παρὰ μικρὸν ἐπʼ ἐκείνῳ γενόμενον συλλαβεῖν αὐτὸν σπουδάσαντα. Δαυίδῃ δʼ οὐκ ἔδοξεν ἐν τῇ πόλει τῶν Γιττῶν μένειν, ἀλλʼ ἐδεήθη τοῦ βασιλέως αὐτῶν, ἵνʼ ἐπειδὴ φιλανθρώπως αὐτὸν ὑπεδέξατο καὶ τοῦτο χαρίσηται, τόπον τινὰ τῆς χώρας δοὺς αὐτῷ πρὸς κατοίκησιν· αἰδεῖσθαι γὰρ διατρίβων ἐν τῷ πόλει βαρὺς αὐτῷ καὶ φορτικὸς εἶναι.