Ancient Greek · ~3 min
316 to 318
Flavius Josephus, Ἰουδαϊκὴ ἀρχαιολογία 316-3-318
Not analysed yet
προσαριθμήσειε δὲ ἄν τις αὐτοῦ καὶ τοῦτο ταῖς προειρημέναις πράξεσιν ἢ ὡς πρῶτον αὐτῶν κατʼ εὐψυχίαν ἢ ὡς ὅμοιον· νίφοντος γὰρ τοῦ θεοῦ λέων εἴς τινα λάκκον ὀλισθὼν ἐνέπεσε· στενοῦ δʼ ὄντος τοῦ στομίου δῆλον ἦν ἀφανὲς ἐσόμενον ἐμφραγέντος αὐτοῦ τῇ χιόνι· πόρον οὖν οὐδένα βλέπων ἐξόδου καὶ σωτηρίας ἐβρυχᾶτο. τοῦ δὲ θηρὸς ἀκούσας ὁ Ναβαῖος, ὥδευε γὰρ τότε, καὶ πρὸς τὴν βοὴν ἐλθών, καταβὰς εἰς τὸ στόμιον πλήξας αὐτὸν μαχόμενον τῷ μετὰ χεῖρας ξύλῳ παραχρῆμα ἀπέκτεινε. καὶ οἱ λοιποὶ δὲ τοιοῦτοι τὰς ἀρετὰς ὑπῆρχον. Ὁ δὲ βασιλεὺς Δαυίδης βουλόμενος γνῶναι πόσαι μυριάδες εἰσὶ τοῦ λαοῦ, τῶν Μωυσέος ἐντολῶν ἐκλαθόμενος, ὃς προεῖπεν ἐὰν ἐξαριθμηθῇ τὸ πλῆθος ὑπὲρ ἑκάστης κεφαλῆς αὐτοῦ τῷ θεῷ τελεῖν ἡμίσικλον, προσέταξεν Ἰωάβῳ τῷ στρατηγῷ πορευθέντι πάντα τὸν ὄχλον ἐξαριθμῆσαι.