Ancient Greek
318 to 324
Flavius Josephus, Ἰουδαϊκὴ ἀρχαιολογία 318-2-324
Not analysed yet
Μετὰ δὲ τὴν Σαμψῶνος τελευτὴν προέστη τῶν Ἰσραηλιτῶν Ἠλὶς ὁ ἀρχιερεύς. ἐπὶ τούτου λιμῷ τῆς χώρας κακοπαθούσης αὐτῶν Ἀβιμέλεχος ἐκ Βηθλέμων, ἔστι δὲ ἡ πόλις αὕτη τῆς Ἰούδα φυλῆς, ἀντέχειν τῷ δεινῷ μὴ δυνάμενος τήν τε γυναῖκα Νααμεὶν καὶ τοὺς παῖδας τοὺς ἐξ αὐτῆς αὐτῷ γεγενημένους Χελλιῶνα καὶ Μαλαῶνα ἐπαγόμενος εἰς τὴν Μωαβῖτιν μετοικίζεται. καὶ προχωρούντων αὐτῷ κατὰ νοῦν τῶν πραγμάτων ἄγεται τοῖς υἱοῖς γυναῖκας Μωαβίτιδας Χελλιῶνι μὲν Ὀρφᾶν Ῥούθην δὲ Μαλαῶνι. διελθόντων δὲ δέκα ἐτῶν ὅ τε Ἀβιμέλεχος καὶ μετʼ αὐτὸν οἱ παῖδες διʼ ὀλίγου τελευτῶσι, καὶ ἡ Ναάμις πικρῶς ἐπὶ τοῖς συμβεβηκόσι φέρουσα καὶ τὴν ὑπʼ ὄψιν τῶν φιλτάτων ἐρημίαν οὐχ ὑπομένουσα, διʼ ἣν καὶ τῆς πατρίδος ἐξεληλύθει, πάλιν εἰς αὐτὴν ἀπηλλάττετο· καὶ γὰρ ἤδη καλῶς τὰ κατʼ αὐτὴν ἐπυνθάνετο χωρεῖν. οὐκ ἐκαρτέρουν δὲ διαζευγνύμεναι αὐτῆς αἱ νύμφαι, οὐδὲ παραιτουμένη βουλομένας συνεξορμᾶν πείθειν ἐδύνατο, ἀλλʼ ἐγκειμένων εὐξαμένη γάμον εὐτυχέστερον αὐταῖς οὗ διημαρτήκεσαν παισὶ τοῖς αὐτῆς γαμηθεῖσαι καὶ τῶν ἄλλων ἀγαθῶν κτῆσιν, ὅτε τὰ πρὸς αὐτὴν οὕτως ἐστί, μένειν αὐτόθι παρεκάλει καὶ μὴ συμμεταλαμβάνειν αὐτῇ βούλεσθαι πραγμάτων ἀδήλων τὴν πάτριον γῆν καταλιπούσας. ἡ μὲν οὖν Ὀρφᾶ μένει, τὴν δὲ Ῥούθην μὴ πεισθεῖσαν ἀπήγαγε κοινωνὸν παντὸς τοῦ προστυχόντος γενησομένην. Ἐλθοῦσαν δὲ Ῥούθην μετὰ τῆς πενθερᾶς εἰς τὴν Βηθλεέμων Βοώζης Ἀβιμελέχου συγγενὴς ὢν δέχεται ξενίᾳ. καὶ ἡ Ναάμις, προσαγορευόντων αὐτὴν ὀνομαστί, δικαιότερον εἶπε Μαρὰν καλεῖτέ με· σημαίνει δὲ καθʼ Ἑβραίων γλῶτταν ναάμις μὲν εὐτυχίαν, μαρὰ δὲ ὀδύνην. ἀμήτου δὲ γενομένου ἐξῄει καλαμησομένη κατὰ συγχώρησιν τῆς πενθερᾶς ἡ Ῥούθη, ὅπως τροφῆς εὐποροῖεν, καὶ εἰς τὸ Βοώζου τυχαίως ἀφικνεῖται χωρίον. παραγενόμενος δὲ Βόαζος μετʼ ὀλίγον καὶ θεασάμενος τὴν κόρην ἀνέκρινε τὸν ἀγροκόμον περὶ τῆς παιδός. ὁ δὲ μικρὸν ἔμπροσθεν παρʼ αὐτῆς ἅπαντα προπεπυσμένος ἐδήλου τῷ δεσπότῃ.