Ancient Greek · ~2 min
Τάδε ἔνεστιν ἐν τῇ πρώτῃ τῶν Ἰωσήπου ἱστοριῶν τῆς Ἰουδαϊκῆς ἀρχαιολογίας.
Flavius Josephus, Ἰουδαϊκὴ ἀρχαιολογία 319
Not analysed yet
καὶ ταῦτα μὲν ὑπὲρ τοῦ μηδὲν ἀδικεῖν αὐτὸς ἔλεγε, προσενεκάλει δὲ καὶ κατηγορίαν ἐποιεῖτο, ὅτι μητρὸς ὢν ἀδελφὸς τῆς αὐτοῦ καὶ συζεύξας αὐτῷ τὰς θυγατέρας ἐπιτάγμασιν ἐκτρυχώσειε χαλεποῖς, εἴκοσιν ἐτῶν ἀριθμὸν ἐν αὐτοῖς κατασχών. καὶ τὰ μὲν προφάσει τῶν γάμων ὑπʼ αὐτοῦ γενόμενα καίπερ ὄντα χαλεπὰ κουφότερα ἔφασκε, χείρω δὲ τὰ μετὰ τοὺς γάμους καὶ ἅ τις ἂν ἔπαθεν ἐχθρὸς ἔφυγε.