Ancient Greek
321 to 328
Flavius Josephus, Jewish Antiquities 321-6-328
Not analysed yet
χρόνῳ δὲ τὸν θυμὸν ἠμβλύνθη καὶ λογισμοῖς εἰλικρινέσι τὴν περὶ τἀνδρὸς κρίσιν ἐφῆκεν ἐν νῷ λαμβάνων ὅσους ὑπὲρ ἐκείνου πόνους ἐκεῖνος ἀνέτλη. ἡμέραν οὖν ἑορτάζων αὐτοῦ γενέθλιον, ὅτε πᾶσιν ὧν ἦρχεν εὐφροσύνη ᾗ καθίσταντο θαλίαι, τὸν Σίλαν ἀνεκάλει παραυτίκα συνέστιον αὐτῷ γενησόμενον. τῷ δέ, τρόπος γὰρ ἐλευθέριος ἦν, ἐδόκει προσειληφέναι δικαίαν αἰτίαν ὀργῆς, ἣν οὐκ ἀπεκρύπτετο πρὸς τοὺς μετιόντας αὐτὸν λέγων· ἐπὶ ποίαν ὁ βασιλεὺς τιμὴν ἀνακαλεῖ με τὴν μετὰ μικρὸν ἀπολουμένην; οὐδὲ γὰρ τὰ πρῶτά μοι γέρα τῆς εἰς αὐτὸν εὐνοίας ἐτήρησεν, ἀπεσύλησεν δʼ ὑβρίσας. ἢ πεπαῦσθαι νενόμικέ με τῆς παρρησίας, ἣν ἀπὸ ποίου συνειδότος ἔχων βοήσομαι μᾶλλον, ὅσων αὐτὸν ἐξελυσάμην δεινῶν, ὅσους ἤνεγκα πόνους ἐκείνῳ ποριζόμενος σωτηρίαν τε καὶ τιμήν, ὧν γέρας ἠνεγκάμην δεσμὰ καὶ σκότιον εἱρκτήν. οὐκ ἐγώ ποτε τούτων λήσομαι· τάχα μοι τὴν τῆς ἀριστείας συνεποίσεται μνήμην καὶ μεταστᾶσα τῆς σαρκὸς ἡ ψυχή. ταῦτα ἀνεβόα καὶ διετάττετο τῷ βασιλεῖ λέγειν. ὁ δʼ ὡς ἀνιάτως ἑώρα διακείμενον, πάλιν εἴασεν ἐν φρουρᾷ. Τὰ δὲ τῶν Ἱεροσολύμων τείχη τὰ πρὸς τὴν καινὴν νεύοντα πόλιν δημοσίαις ὠχύρου δαπάναις, τῇ μὲν εὐρύνων εἰς πλάτος τῇ δὲ εἰς ὕψος ἐξαίρων, κἂν ἐξειργάσατο ταῦτα πάσης ἀνθρωπίνης κρείττονα βίας, εἰ μὴ Μάρσος ὁ τῆς Συρίας ἡγεμὼν Κλαυδίῳ Καίσαρι διὰ γραμμάτων ἐδήλωσε τὸ πραττόμενον. καὶ νεωτερισμόν τινα Κλαύδιος ὑποπτεύσας ἐπέστειλεν Ἀγρίππᾳ μετὰ σπουδῆς παύσασθαι τῆς τῶν τειχῶν ἐξοικοδομήσεως· ὁ δʼ ἀπειθεῖν οὐκ ἔκρινεν. Ἐπεφύκει δʼ ὁ βασιλεὺς οὗτος εὐεργετικὸς εἶναι ἐν δωρεαῖς καὶ μεγαλοφρονῆσαι ἔθνη φιλότιμος καὶ πολλοῖς ἀθρόως δαπανήμασιν ἀνιστὰς αὑτὸν εἰς ἐπιφάνειαν ἡδόμενος τῷ χαρίζεσθαι καὶ τῷ βιοῦν ἐν εὐφημίᾳ χαίρων, κατʼ οὐδὲν Ἡρώδῃ τῷ πρὸ ἑαυτοῦ βασιλεῖ τὸν τρόπον συμφερόμενος·