Ancient Greek · ~1 min
Τάδε ἔνεστιν ἐν τῇ ὀγδόῃ τῶν Ἰωσήπου ἱστοριῶν τῆς Ἰουδαϊκῆς ἀρχαιολογίας.
Flavius Josephus, Ἰουδαϊκὴ ἀρχαιολογία 323
Not analysed yet
ταῦτʼ εἰπόντος τοῦ προφήτου παραγενομένη πρὸς αὑτὴν ἐποίησε τὰ εἰρημένα καὶ αὐτή τε ἔσχε καὶ τῷ τέκνῳ χορηγεῖ τὴν διατροφὴν καὶ τῷ προφήτῃ, ἐπέλιπε δʼ οὐδὲν αὐτοὺς τούτων, ἄχρις οὗ καὶ ὁ αὐχμὸς ἐπαύσατο.