Ancient Greek
327 to 333
Flavius Josephus, Ἰουδαϊκὴ ἀρχαιολογία 327-2-333
Not analysed yet
καὶ τὸν Μωυσῆν ᾐτιῶντο πάντων ἐπιλελησμένοι τῶν ἐκ θεοῦ πρὸς τὴν ἐλευθερίαν αὐτοῖς σημείων γεγονότων, ὡς καὶ τὸν προφήτην παρορμῶντα καὶ τὴν σωτηρίαν αὐτοῖς ἐπαγγελλόμενον ὑπὸ ἀπιστίας λίθοις ἐθελῆσαι βαλεῖν παραδιδόναι τε σφᾶς τοῖς Αἰγυπτίοις διεγνωκέναι. πένθος τε ἦν καὶ ὀδυρμοὶ γυναικῶν καὶ παίδων πρὸ ὀφθαλμῶν ἐχόντων τὸν ὄλεθρον ὄρεσι καὶ θαλάττῃ περικεκλεισμένων καὶ πολεμίοις καὶ φυγὴν οὐδαμόθεν ἐκ τούτων ἐπινοούντων. Μωυσῆς δὲ καίπερ ἀγριαίνοντος πρὸς αὐτὸν τοῦ πλήθους οὔτʼ αὐτὸς ἐνέκαμνε τῇ περὶ αὐτοὺς προνοίᾳ καὶ τῷ θεῷ κατεφρόνει τά τε ἄλλα πρὸς τὴν ἐλευθερίαν αὐτοῖς ὅσα προεῖπε παρεσχηκότος καὶ μηδὲ τότʼ αὐτοὺς ἐάσοντος ὑπὸ τοῖς ἐχθροῖς γενομένους ἢ δουλεύειν ἢ ἀπολέσθαι, καὶ στὰς ἐν μέσοις οὐδὲ ἀνθρώποις, εἶπε, καλῶς τὰ παρόντα πεπολιτευμένοις πρὸς ἡμᾶς δίκαιον ἦν ἀπιστεῖν ὡς οὐχ ὁμοίοις ἐσομένοις πρὸς τὰ μέλλοντα, τῆς δὲ τοῦ θεοῦ νῦν ἀπογινώσκειν ὑμᾶς προνοίας μανίας ἔργον ἂν εἴη, παρʼ οὗ πάνθʼ ὑμῖν ἀπήντηκεν ὅσα διʼ ἐμοῦ πρὸς σωτηρίαν καὶ τὴν ἀπαλλαγὴν τῆς δουλείας οὐδὲ προσδοκῶσιν ὑπέσχετο. μᾶλλον δʼ ἐχρῆν ἀπόρους, ὡς δοκεῖτε, γεγενημένους βοηθὸν ἐλπίζειν τὸν θεόν, οὗ καὶ τὸ νῦν εἰς ταύτην ὑμᾶς περικεκλεῖσθαι τὴν δυσχωρίαν ἔργον, ἵνʼ ἐξ ἀμηχάνων ὅθεν οὔθʼ αὐτοὺς νομίζετε σωτηρίαν ἕξειν οὔθʼ οἱ πολέμιοι ἐκ τούτων ῥυσάμενος τήν τε ἰσχὺν ἐπιδείξηται τὴν ἑαυτοῦ καὶ τὴν περὶ ὑμᾶς πρόνοιαν. οὐ γὰρ ἐπὶ μικροῖς τὸ θεῖον τὴν ἑαυτοῦ συμμαχίαν οἷς ἂν εὔνουν ᾖ δίδωσιν, ἀλλʼ ἐφʼ οἷς ἀνθρωπίνην ἐλπίδα μὴ βλέποι πρὸς τὸ κρεῖττον παροῦσαν. ὅθεν τοιούτῳ βοηθῷ πεπιστευκότες, ᾧ δύναμις καὶ τὰ μικρὰ ποιῆσαι μεγάλα καὶ τῶν τηλικούτων ἀσθένειαν καταψηφίσασθαι, μὴ καταπέπληχθε τὴν Αἰγυπτίων παρασκευήν, μηδʼ ὅτι θάλασσα καὶ κατόπιν ὑμῖν ὄρη φυγῆς ὁδὸν οὐ παρέχοντα διὰ τοῦτʼ ἀπογινώσκετε τὴν σωτηρίαν· γένοιτο γὰρ ἂν καὶ ταῦθʼ ὑμῖν πεδία τοῦ θεοῦ θελήσαντος καὶ γῆ τὸ πέλαγος.